Textus Originalis

III 67. 68. 69. 379

III 67. 68. 69. 379

σης, ἀπὸ ταύτης τὴν χώραν Ἀμαλϑείας κέρας ὀνομασϑῆναι: διὸ καὶ τοὺς μεταγενεστέρους ἀνϑρώπους διὰ τὴν προειρημένην αἰτίαν τὴν κρατίστην γῆν καὶ παντοδαποῖς καρποῖς πλήϑουσαν ὡσαύτως Ἀμαλϑείας κέρας προσαγορεύειν. τὸν δ᾽ οὖν Ἄμμωνα φοβούμενον τὴν τῆς Ῥέας ζηλοτυπίαν κρύψαι τὸ γεγονός, καὶ τὸν παῖδα λάϑρᾳ μετενεγκεῖν εἴς τινα πόλιν Νῦσαν, μακρὰν ἀπ᾽ ἐκείνων τῶν τόπων ἀπηρτημένην. κεῖσϑαι δὲ ταύτην ἔν τινι νήσῳ περιεχομένῃ μὲν ὑπὸ τοῦ Τρίτωνος ποταμοῦ, περικρήμνῳ δὲ καὶ καϑ᾽ ἕνα τόπον ἐχούσῃ στενὰς εἰσβολάς, ἃς ὠνομάσϑαι πύλας Νυσίας. εἶναι δ᾽ ἐν αὐτῇ χώραν εὐδαίμονα λειμῶσί τε μαλακοῖς διειλημμένην καὶ πηγαίοις ὕδασιν ἀρδευομένην δαψιλέσι, δένδρα τε καρποφόρα παντοῖα καὶ πολλὴν ἄμπελον αὐτοφυῆ, καὶ ταύτης τὴν πλείστην ἀναδενδράδα. ὑπάρχειν δὲ καὶ πάντα τὸν τόπον εὔπνουν, ἔτι δὲ καϑ᾽ ὑπερβολὴν ὑγιεινόν: καὶ διὰ τοῦτο τοὺς ἐν αὐτῷ κατοικοῦντας μακροβιωτάτους ὑπάρχειν τῶν πλησιοχώρων. εἶναι δὲ τῆς νήσου τὴν μὲν πρώτην εἰσβολὴν αὐλωνοειδῆ, σύσκιον ὑψηλοῖς καὶ πυκνοῖς δένδρεσιν, ὥστε τὸν ἥλιον μὴ παντάπασι διαλάμπειν διὰ τὴν συνάγκειαν, αὐγὴν δὲ μόνην ὁρᾶσϑαι φωτός. πάντῃ δὲ κατὰ τὰς παρόδους προχεῖσϑαι πηγὰς ὑδάτων τῇ γλυκύτητι διαφόρων, ὥστε τὸν τόπον εἶναι τοῖς βουλομένοις ἐνδιατρῖψαι προσηνέστατον. ἑξῆς δ᾽ ὑπάρχειν ἄντρον τῷ μὲν σχήματι κυκλοτερές, τῷ 6 τῆς om. vulg. 12 Νυσείας CF 14 πηγαίοις Dind. (c. 10, 4); κηπίοις D, κηπείοις C, κηπείαις F; κρηναίοις fort. (cf. XI 25, 4) 17 τὸν add. Dind.