Textus Originalis
380 DIODORI SICULI
δὲ μεγέϑει καὶ τῷ κάλλει ϑαυμαστόν. ὑπερκεῖσϑαι γὰρ αὐτοῦ πανταχῇ κρημνὸν πρὸς ὕψος ἐξαίσιον, πέτρας ἔχοντα τοῖς χρώμασι διαφόρους: ἐναλλὰξ γὰρ ἀποστίλβειν τὰς μὲν ϑαλαττίᾳ πορφύρᾳ τὴν χρόαν ἐχούσας παραπλήσιον, τὰς δὲ κυανῷ, τινὰς δ᾽ ἄλλαις φύσεσι περιλαμπομέναις, ὥστε μηδὲν εἶναι χρῶμα τῶν ἑωραμένων παρ᾽ ἀνϑρώποις περὶ τὸν τόπον ἀϑεώρητον. πρὸ δὲ τῆς εἰσόδου πεφυκέναι δένδρα ϑαυμαστά, τὰ μὲν κάρπιμα, τὰ δὲ ἀειϑαλῆ, πρὸς αὐτὴν μόνον τὴν ἀπὸ τῆς ϑέας τέρψιν ὑπὸ τῆς φύσεως δεδημιουργημένα: ἐν δὲ τούτοις ἐννεοττεύειν ὄρνεα παντοδαπὰ ταῖς φύσεσιν, ἃ τὴν χρόαν ἔχειν ἐπιτερπῆ καὶ τὴν μελῳδίαν προσηνεστάτην. διὸ καὶ πάντα τὸν τόπον ὑπάρχειν μὴ μόνον ϑεοπρεπῆ κατὰ τὴν πρόσοψιν, ἀλλὰ καὶ κατὰ τὸν ἦχον, ὡς ἂν τῆς αὐτοδιδάκτου γλυκυφωνίας νικώσης τὴν ἐναρμόνιον τῆς τέχνης μελῳδίαν. διελϑόντι δὲ τὴν εἴσοδον ϑεωρεῖσϑαι μὲν ἄντρον ἀναπεπταμένον καὶ τῇ κατὰ τὸν ἥλιον αὐγῇ περιλαμπόμενον, ἄνϑη δὲ παντοδαπὰ πεφυκότα, καὶ μάλιστα τήν τε κασίαν καὶ τἄλλα τὰ δυνάμενα δι᾽ ἐνιαυτῶν διαφυλάττειν τὴν εὐωδίαν: ὁρᾶσϑαι δὲ καὶ νυμφῶν εὐνὰς ἐν αὐτῷ πλείους ἐξ ἀνϑῶν παντοδαπῶν, οὐ χειροποιήτους, ἀλλ᾽ ὑπ᾽ αὐτῆς τῆς φύσεως ἀνειμένας ϑεοπρεπῶς. κατὰ πάντα δὲ τὸν τῆς περιφερείας κύκλον οὔτ᾽ ἄνϑος οὔτε φύλλον πεπτωκὸς ὁρᾶσϑαι. 4 ϑαλαττίαις πορφύραις F 6 περιλαμπομένας codices, corr. Wess. 10 μόνην A 15 κατὰ om. vulg. 19 δὲ D, τε vulg. 21 δι᾽ ἑαυτῶν D 24 ὑπ᾽] ἐξ II 25 δὲ om. D.