Textus Originalis
I 23. 24. 25. 39
ὑφ᾽ ἑαυτῶν λεγομένοις καὶ τὴν παρὰ τοῖς Ἕλλησιν ἐκ πολλῶν χρόνων παραδεδομένην φήμην, ὅτι καϑαρὰν τὴν γῆν τῶν ϑηρίων ἐποίησεν Ἡρακλῆς: ὅπερ μηδαμῶς ἁρμόττειν τῷ γεγονότι σχεδὸν κατὰ τοὺς Τρωικοὺς χρόνους, ὅτε τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐξημέρωτο γεωργίαις καὶ πόλεσι καὶ πλήϑει τῶν κατοικούντων τὴν χώραν πανταχοῦ. μᾶλλον οὖν πρέπειν τῷ γεγονότι κατὰ τοὺς ἀρχαίους χρόνους τὴν ἡμέρωσιν τῆς χώρας, κατισχυομένων ἔτι τῶν ἀνϑρώπων ὑπὸ τοῦ πλήϑους τῶν ϑηρίων, καὶ μάλιστα κατὰ τὴν Αἴγυπτον καὶ τὴν ὑπερκειμένην χώραν μέχρι τοῦ νῦν ἔρημον οὖσαν καὶ ϑηριώδη. εἰκὸς γὰρ ταύτης ὡς πατρίδος προνοηϑέντα τὸν Ἡρακλέα, καὶ καϑαρὰν τὴν γῆν τῶν ϑηρίων ποιήσαντα, παραδοῦναι τοῖς γεωργοῖς τὴν χώραν, καὶ διὰ τὴν εὐεργεσίαν τυχεῖν ἰσοϑέου τιμῆς. φασὶ δὲ καὶ τὸν Περσέα γεγονέναι κατ᾽ Αἴγυπτον, καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἄργος μεταφέρεσϑαι, μυϑολογούντων τὴν Ἰὼ τὴν εἰς βοὸς τύπον μεταμορφωϑεῖσαν. Καϑόλου δὲ πολλή τίς ἐστι διαφωνία περὶ τούτων τῶν ϑεῶν. τὴν αὐτὴν γὰρ οἱ μὲν Ἶσιν, οἱ δὲ Δήμητραν, οἱ δὲ Θεσμοφόρον, οἱ δὲ Σελήνην, οἱ δὲ Ἥραν, οἱ δὲ πάσαις ταῖς προσηγορίαις ὀνομάζουσι. τὸν δὲ Ὄσιριν οἱ μὲν Σάραπιν, οἱ δὲ Διόνυσον, οἱ δὲ Πλούτωνα, οἱ δὲ Ἄμμωνα, τινὲς δὲ Δία, πολλοὶ δὲ Πᾶνα τὸν αὐτὸν νενομίκασι: λέ- 1 ὑπ᾽ αὐτῶν CF 2 ὁ παλαιῶν C 8 ἀρχαιοτάτους CF 11 καὶ scripsi, ἧς G, εἰς ceteri 12 οὖσαν] εἶναι Dindorf 19 τὴν Ἰὼ] Ἰὼ τὴν CF 23 νομίζουσι C 26 τὸν αὐτὸν om. CF.