Textus Originalis
386 DIODORI SICULI
Διόνυσον προάγειν πρὸς τοὺς Τιτᾶνας, εὐτάκτως ποιούμενον τὰς ὁδοιπορίας καὶ πᾶσι τοῖς ἐγχωρίοις φιλανϑρώπως προσφερόμενον καὶ τὸ σύνολον ἑαυτὸν ἀποφαινόμενον στρατεύειν ἐπὶ κολάσει μὲν τῶν ἀσεβῶν, εὐεργεσίᾳ δὲ τοῦ κοινοῦ γένους τῶν ἀνϑρώπων. τοὺς δὲ Λίβυας ϑαυμάζοντας τὴν εὐταξίαν καὶ τὸ τῆς ψυχῆς μεγαλοπρεπές, τροφάς τε παρέχεσϑαι τοῖς ἀνϑρώποις δαψιλεῖς καὶ συστρατεύειν προϑυμότατα. συνεγγιζούσης δὲ τῆς δυνάμεως τῇ πόλει τῶν Ἀμμωνίων, τὸν Κρόνον πρὸ τοῦ τείχους παρατάξει λειφϑέντα τὴν μὲν πόλιν νυκτὸς ἐμπρῆσαι, σπεύδοντα εἰς τέλος καταφϑεῖραι τοῦ Διονύσου τὰ πατρῷα βασίλεια, αὐτὸν δ᾽ ἀναλαβόντα τὴν γυναῖκα Ῥέαν καί τινας τῶν συνηγωνισμένων φίλων λαϑεῖν ἐκ τῆς πόλεως διαδράντα. οὐ μὴν τόν γε Διόνυσον ὁμοίαν ἔχειν τούτῳ προαίρεσιν: λαβόντα γὰρ τόν τε Κρόνον καὶ τὴν Ῥέαν αἰχμαλώτους οὐ μόνον ἀφεῖναι τῶν ἐγκλημάτων διὰ τὴν συγγένειαν, ἀλλὰ καὶ παρακαλέσαι τὸν λοιπὸν χρόνον γονέων ἔχειν πρὸς αὐτὸν εὔνοιάν τε καὶ τάξιν καὶ συζῆν τιμωμένους ὑπ᾽ αὐτοῦ μάλιστα πάντων. τὴν μὲν οὖν Ῥέαν διατελέσαι πάντα τὸν βίον ὡς υἱὸν ἀγαπῶσαν, τὸν δὲ Κρόνον ὕπουλον ἔχειν τὴν εὔνοιαν. γενέσϑαι δ᾽ αὐτοῖς περὶ τούτους τοὺς χρόνους υἱόν, ὃν προσαγορευϑῆναι Δία, τιμηϑῆναι δὲ μεγάλως ὑπὸ τοῦ Διονύσου, καὶ δι᾽ ἀρετὴν ἐν τοῖς ὕστερον χρόνοις γενέσϑαι πάντων βασιλέα. 1 προσάγειν II πρὸς om. D 11 παρατάξει om. CE μὲν om. vulg. 12 εἰς] δ᾽ εἰ D διαφϑεῖραι D — 23 ὕπουλον εὔνοιαν ἔχειν D 25 ὃν] καὶ D.