Textus Originalis

III 72. 73. 387

III 72. 73. 387

Τῶν δὲ Λιβύων εἰρηκότων αὐτῷ πρὸ τῆς μάχης ὅτι καϑ᾽ ὃν καιρὸν ἐξέπεσεν ἐκ τῆς βασιλείας Ἄμμων, τοῖς ἐγχωρίοις προειρηκὼς εἴη τεταγμένοις χρόνοις ἥξειν υἱὸν αὐτοῦ Διόνυσον, καὶ τήν τε πατρῴαν ἀνακτήσεσϑαι βασιλείαν καὶ πάσης τῆς οἰκουμένης κυριεύσαντα ϑεὸν νομισϑήσεσϑαι, ὑπολαβὼν ἀληϑῆ γεγονέναι μάντιν τό τε χρηστήριον ἱδρύσατο τοῦ πατρὸς καὶ τὴν πόλιν οἰκοδομήσας τιμὰς ὥρισεν ὡς ϑεῷ καὶ τοὺς ἐπιμελησομένους τοῦ μαντείου κατέστησε. παραδεδόσϑαι δὲ τὸν Ἄμμωνα ἔχειν κριοῦ κεφαλὴν τετυπωμένην, παράσημον ἐσχηκότος αὐτοῦ τὸ κράνος κατὰ τὰς στρατείας. εἰσὶ δ᾽ οἱ μυϑολογοῦντες αὐτῷ πρὸς ἀλήϑειαν γενέσϑαι καϑ᾽ ἑκάτερον μέρος τῶν κροτάφων κεράτια: διὸ καὶ τὸν Διόνυσον, υἱὸν αὐτοῦ γεγονότα, τὴν ὁμοίαν ἔχειν πρόσοψιν, καὶ τοῖς ἐπιγινομένοις τῶν ἀνϑρώπων παραδεδόσϑαι τὸν ϑεὸν τοῦτον γεγονότα κερατίαν. μετὰ δ᾽ οὖν τὴν τῆς πόλεως οἰκοδομίαν καὶ τὴν περὶ τὸ χρηστήριον κατάστασιν πρῶτόν φασι τὸν Διόνυσον χρήσασϑαι τῷ ϑεῷ περὶ τῆς στρατείας, καὶ λαβεῖν παρὰ τοῦ πατρὸς χρησμὸν ὅτι τοὺς ἀνϑρώπους εὐεργετῶν τεύξεται τῆς ἀϑανασίας. διὸ καὶ μετεωρισϑέντα τῇ ψυχῇ τὸ μὲν πρῶτον ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι, καὶ τῆς χώρας καταστῆσαι βασιλέα Δία τὸν Κρόνου καὶ Ῥέας, παῖδα τὴν ἡλικίαν ὄντα. παρακαταστῆσαι δ᾽ αὐτῷ καὶ ἐπιστάτην Ὄλυμπον, ἀφ᾽ οὗ τὸν Δία παιδευϑέντα 6 ὀνομασϑήσεσϑαι D 8 ἱδρύσατο] ἵδρυσεν τὸ D, om. F ἀνοικοδομήσας Dind. 11 σχεῖν CF 18 γενέσϑαι] φυσικῶς add. vulg. 26 ὄντα] νέον ὄντα vulg. 27 ὑφ᾽ II.