Textus Originalis
388 DIODORI SICULI
καὶ πρωτεύσαντα κατ᾽ ἀρετὴν Ὀλύμπιον προσαγορευϑῆναι. τὸν δ᾽ οὖν Διόνυσον λέγεται διδάξαι τοὺς Αἰγυπτίους τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὴν χρῆσιν καὶ τὴν παράϑεσιν τοῦ τε οἴνου καὶ τῶν ἀκροδρύων καὶ τῶν ἄλλων καρπῶν. πάντῃ δὲ διαδιδομένης περὶ αὐτοῦ φήμης ἀγαϑῆς μηδένα καϑάπερ πρὸς πολέμιον ἀντιτάττεσϑαι, πάντας δὲ προϑύμως ὑπακούοντας ἐπαίνοις καὶ ϑυσίαις ὡς ϑεὸν τιμᾶν. τῷ δ᾽ αὐτῷ τρόπῳ φασὶν ἐπελϑεῖν τὴν οἰκουμένην, ἐξημεροῦντα μὲν τὴν χώραν ταῖς φυτείαις, εὐεργετοῦντα δὲ τοὺς λαοὺς μεγάλαις τιμαῖς καὶ χάρισι πρὸς τὸν αἰῶνα. διὸ καὶ πάντας τοὺς ἀνϑρώπους ἐν ταῖς πρὸς τοὺς ἄλλους ϑεοὺς τιμαῖς οὐχ ὁμοίαν ἔχοντας προαίρεσιν ἀλλήλοις σχεδὸν ἐπὶ μόνου τοῦ Διονύσου συμφωνουμένην ἀποδεικνύειν μαρτυρίαν τῆς ἀϑανασίας: οὐδένα γὰρ οὔϑ᾽ Ἑλλήνων οὔτε βαρβάρων ἄμοιρον εἶναι τῆς τούτου δωρεᾶς καὶ χάριτος, ἀλλὰ καὶ τοὺς ἀπηγριωμένην ἔχοντας χώραν ἢ πρὸς φυτείαν ἀμπέλου παντελῶς ἀπηλλοτριωμένην μαϑεῖν τὸ κατασκευαζόμενον ἐκ τῶν κριϑῶν πόμα βραχὺ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας. τὸν δ᾽ οὖν Διόνυσόν φασι τὴν κατάβασιν ἐκ τῆς Ἰνδικῆς ἐπὶ τὴν ϑάλατταν ποιησάμενον καταλαβεῖν ἅπαντας τοὺς Τιτᾶνας ἠϑροικότας δυνάμεις καὶ διαβεβηκότας εἰς Κρήτην ἐπ᾽ Ἄμμωνα. προσβεβοηϑηκότος δὲ καὶ τοῦ Διὸς ἐκ τῆς Αἰγύπτου τοῖς 3 καὶ χρῆσιν καὶ παράϑεσιν D 6 καὶ τὴν τῶν ἄλλων D, καί τινων ἄλλων II 5 διαδεδομένης D 9 ἐπεισελϑεῖν φασὶ vulg. 11 τιμαῖς καὶ] καὶ τιμαῖς conicio, δωρεαῖς καὶ Rhod. 22 δ᾽ om. D 23 ϑάλατταν] ταχεῖαν add. vulg.