Textus Originalis

III 73. 74. 389

III 73. 74. 389

περὶ τὸν Ἄμμωνα, καὶ πολέμου μεγάλου συνεστῶτος ἐν τῇ νήσῳ, ταχέως καὶ τοὺς περὶ τὸν Διόνυσον καὶ τὴν Ἀϑηνᾶν καί τινας τῶν ἄλλων ϑεῶν νομισϑέντων συνδραμεῖν εἰς Κρήτην. γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας. μετὰ δὲ ταῦτα Ἄμμωνος καὶ Διονύσου μεταστάντων ἐκ τῆς ἀνϑρωπίνης φύσεως εἰς τὴν ἀϑανασίαν, τὸν Δία φασὶ βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, κεκολασμένων τῶν Τιτάνων, καὶ μηδενὸς ὄντος τοῦ τολμήσοντος δι᾽ ἀσέβειαν ἀμφισβητῆσαι τῆς ἀρχῆς. Τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλϑείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασϑαι πράξεις: τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς: τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωϑέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσϑαι τῶν προτέρων. τὰς δ᾽ ἀμφοτέρων προαιρέσεις μιμησάμενον στρατεῦσαι μὲν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, στήλας δ᾽ οὐχ ὀλίγας ἀπολιπεῖν τῶν ὅρων τῆς στρατείας καὶ τὴν μὲν χώραν ἐξημεροῦν ταῖς φυτείαις, στρατιώτιδας δ᾽ ἐπιλέξασϑαι γυναῖκας, καϑάπερ καὶ ὁ παλαιὸς τὰς Ἀμαζόνας. ἐνεργῆσαι δ᾽ ἐπὶ πλέον καὶ τὰ περὶ τοὺς ὀργιασμούς, καὶ τελετὰς ἃς μὲν μεταϑεῖναι πρὸς τὸ κρεῖττον, ἃς δ᾽ ἐπινοῆσαι. διὰ δὲ τὸ πλῆϑος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηϑέντων ὑπὸ 3 ϑεῶν] τῶν ϑεῶν Hertlein 23 δὲ περιδέξασϑαι CF 24 καὶ om. D 25 τελετὰς ἃς] τελετάς, καὶ τὰς D 27 πρότερον D.