Textus Originalis

390 DIODORI SICULI

390 DIODORI SICULI

τῶν πολλῶν, τοῦτον κληρονομῆσαι τὴν τῶν προγενεστέρων προαίρεσίν τε καὶ δόξαν. οὐκ ἐπὶ τούτου δὲ μόνου συμβῆναι τὸ προειρημένον, ἀλλὰ καὶ μετὰ ταῦτ᾽ ἐφ᾽ Ἡρακλέους. δυοῖν γὰρ ὄντων τῶν προγενεστέρων τῶν τὴν αὐτὴν ἐσχηκότων προσηγορίαν, τὸν μὲν ἀρχαιότατον Ἡρακλέα μυϑολογεῖσϑαι γεγονέναι παρ᾽ Αἰγυπτίοις, καὶ πολλὴν τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρεψάμενον ϑέσϑαι τὴν ἐπὶ τῆς Λιβύης στήλην, τὸν δὲ δεύτερον ἐκ Κρήτης ἕνα τῶν Ἰδαίων ὄντα Δακτύλων καὶ γενόμενον γόητα καὶ στρατηγικὸν συστήσασϑαι τὸν Ὀλυμπικὸν ἀγῶνα: τὸν δὲ τελευταῖον μικρὸν πρὸ τῶν Τρωικῶν ἐξ Ἀλκμήνης καὶ Διὸς τεκνωϑέντα πολλὴν ἐπελϑεῖν τῆς οἰκουμένης, ὑπηρετοῦντα τοῖς Εὐρυσϑέως προστάγμασιν. ἐπιτυχόντα δὲ πᾶσι τοῖς ἄϑλοις ϑέσϑαι μὲν καὶ στήλην τὴν ἐπὶ τῆς Εὐρώπης, διὰ δὲ τὴν ὁμωνυμίαν καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα χρόνων ἐπιγενομένων τελευτήσαντα κληρονομῆσαι τὰς τῶν ἀρχαιοτέρων πράξεις, ὡς ἑνὸς Ἡρακλέους γεγονότος ἐν παντὶ τῷ πρότερον αἰῶνι. ὑπὲρ δὲ τοῦ πλείους Διονύσους γεγονέναι σὺν ἄλλαις ἀποδείξεσι πειρῶνται φέρειν τὴν ἐκ τῆς Τιτανομαχίας: συμφωνουμένου γὰρ παρὰ πᾶσιν ὅτι Διόνυσος τῷ Διὶ συνηγωνίσατο τὸν πρὸς τοὺς Τιτᾶνας πόλεμον, οὐδαμῶς πρέπειν φασὶ τὴν τῶν Τιτάνων γενεὰν τιϑέναι κατὰ τοὺς τῆς Σεμέλης χρόνους οὐδὲ Κάδμον τὸν Ἀγήνορος ἀποφαίνεσϑαι πρεσβύτερον εἶναι τῶν 3 μόνον II 4 ὄντοιν C 6 ἀρχαιότερον II 10 γόητα] γενναῖον D 16 καὶ] αὐτὸν add. Hertlein — 22 τὴν] τὸν D, καὶ τὴν A.