Textus Originalis
40 DIODORI SICULI
γουσι δέ τινες Σάραπιν εἶναι τὸν παρὰ τοῖς Ἕλλησι Πλούτωνα ὀνομαζόμενον. φασὶ δ᾽ Αἰγύπτιοι τὴν Ἶσιν φαρμάκων τε πολλῶν πρὸς ὑγίειαν εὑρέτιν γεγονέναι καὶ τῆς ἰατρικῆς ἐπιστήμης μεγάλην ἔχειν ἐμπειρίαν. διὸ καὶ τυχοῦσαν τῆς ἀϑανασίας ἐπὶ ταῖς ϑεραπείαις τῶν ἀνϑρώπων μάλιστα χαίρειν, καὶ κατὰ τοὺς ὕπνους τοῖς ἀξιοῦσι διδόναι βοηϑήματα, φανερῶς ἐπιδεικνυμένην τήν τε ἰδίαν ἐπιφάνειαν καὶ τὸ πρὸς τοὺς δεομένους τῶν ἀνϑρώπων εὐεργετικόν. ἀποδείξεις δὲ τούτων φασὶ φέρειν ἑαυτοὺς οὐ μυϑολογίας ὁμοίως τοῖς Ἕλλησιν, ἀλλὰ πράξεις ἐναργεῖς: πᾶσαν γὰρ σχεδὸν τὴν οἰκουμένην μαρτυρεῖν ἑαυτοῖς, εἰς τὰς ταύτης τιμὰς φιλοτιμουμένην διὰ τὴν ἐν ταῖς ϑεραπείαις ἐπιφάνειαν. κατὰ γὰρ τοὺς ὕπνους ἐφισταμένην διδόναι τοῖς κάμνουσι βοηϑήματα πρὸς τὰς νόσους, καὶ τοὺς ὑπακούσαντας αὐτῇ παραδόξως ὑγιάζεσϑαι: καὶ πολλοὺς μὲν ὑπὸ τῶν ἰατρῶν διὰ τὴν δυσκολίαν τοῦ νοσήματος ἀπελπισϑέντας ὑπὸ ταύτης σώζεσϑαι, συχνοὺς δὲ παντελῶς πηρωϑέντας τὰς ὁράσεις ἤ τινα τῶν ἄλλων μερῶν τοῦ σώματος, ὅταν πρὸς ταύτην τὴν ϑεὸν καταφύγωσιν, εἰς τὴν προϋπάρξασαν ἀποκαϑίστασϑαι τάξιν. εὑρεῖν δ᾽ αὐτὴν καὶ τὸ τῆς ἀϑανασίας φάρμακον, δι᾽ οὗ τὸν υἱὸν Ὧρον, ὑπὸ τῶν Τιτάνων ἐπιβουλευϑέντα καὶ νεκρὸν εὑρεϑέντα καϑ᾽ ὕδατος, μὴ μόνον ἀναστῆσαι, δοῦσαν τὴν ψυχήν, ἀλλὰ καὶ τῆς ἀϑανασίας ποιῆσαι μεταλαβεῖν. δοκεῖ δ᾽ ὕστατος τῶν ϑεῶν οὗτος βασιλεῦσαι μετὰ τὴν 2 νομιζόμενον CD 5 ἐμπειρίαν] καὶ τὸ σύνολον πολλὰ μηχανήσασϑαι add. D καὶ] καὶ νῦν D