Textus Originalis

III 74. 391

III 74. 391

Ὀλυμπίων ϑεῶν. οἱ μὲν οὖν Λίβυες περὶ Διονύσου τοιαῦτα μυϑολογοῦσιν: ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ πρόϑεσιν τετελεκότες αὐτοῦ περιγράψομεν τὴν τρίτην βίβλον. 3 τετελειωκότες II παραγράψωμεν codices, corr. Wess. Διοδώρου Σικελιώτου Βιβλιοϑήκης ἱστορικῆς Γ. subscr. D. Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Διοδώρου βίβλων. Προοίμιον περὶ τῶν μυϑολογουμένων παρὰ τοῖς ἱστοριογράφοις. Περὶ Διονύσου καὶ Πριάπου καὶ Ἑρμαφροδίτου καὶ Μουσῶν. Περὶ Ἡρακλέους καὶ τῶν δώδεκα ἄϑλων καὶ τῶν ἄλλων τῶν πραχϑέντων ὑπ᾽ αὐτοῦ μέχρι τῆς ἀποϑεώσεως. Περὶ τῶν Ἀργοναυτῶν καὶ Μηδείας καὶ τῶν Πελίου ϑυγατέρων. Περὶ τῶν ἀπογόνων τοῦ Ἡρακλέους. Περὶ Θησέως καὶ τῶν ἄϑλων αὐτοῦ. Περὶ τῶν ἑπτὰ ἐπὶ Θήβας. Περὶ τῶν ἐπιγόνων τῶν ἑπτὰ ἐπὶ Θήβας. Περὶ Νηλέως καὶ τῶν ἀπογόνων αὐτοῦ. Περὶ Λαπιϑῶν καὶ Κενταύρων. Περὶ Ἀσκληπιοῦ καὶ τῶν ἀπογόνων αὐτοῦ. Περὶ τῶν Ἀσωποῦ ϑυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν. Περὶ Πέλοπος καὶ Ταντάλου καὶ Οἰνομάου καὶ Νιόβης. Περὶ Δαρδάνου καὶ τῶν ἀπογόνων αὐτοῦ μέχρι Πριάμου. Περὶ Δαιδάλου καὶ Μινωταύρου καὶ τῆς Μίνω στρατείας ἐπὶ Κώκαλον τὸν βασιλέα. Περὶ Ἀρισταίου καὶ Δάφνιδος καὶ Ἔρυκος, ἔτι δὲ Ὠρίωνος. 2 προοίμιον περὶ τῶν παρὰ τοῖς Ἕλλησιν ἱστορουμένων κατὰ τοὺς ἀρχαιοτάτους χρόνους. Περὶ τῶν ἐπιφανεστάτων ἡρώων τε καὶ ἡμιϑέων καὶ καϑόλου τῶν κατὰ πόλεμον ἀξιόλογόν τι κατειργασμένων FG (cf. IV 1, 5) 4 καὶ Πριάπου καὶ] Πριάπου vulg. 8 καὶ Μ.] περί τε Μ. CF 10 περὶ τῶν τοῦ Ἡρακλέους υἱῶν καὶ ἄλλων Ἡρακλειδῶν ἤτοι ἀπογόνων CFG 12 ἑπτὰ] στρατευσαμένων ἑπτὰ CD 14 περὶ Νηλέως] καὶ Νηλέως D 21 Μίνωος CF στρατείας] εἰς Σικελίαν add. F.