Textus Originalis

BIBLOS TETARTH

BIBLOS TETARTH

ΒΙΒΛΟΣ ΤΕΤΑΡΤΗ. Οὐκ ἀγνοῶ μὲν ὅτι τοῖς τὰς παλαιὰς μυϑολογίας συνταττομένοις συμβαίνει κατὰ τὴν γραφὴν ἐν πολλοῖς ἐλαττοῦσϑαι. ἡ μὲν γὰρ τῶν ἀναγραφομένων ἀρχαιότης δυσεύρετος οὖσα πολλὴν ἀπορίαν παρέχεται τοῖς γράφουσιν, ἡ δὲ τῶν χρόνων ἀπαγγελία τὸν ἀκριβέστατον ἔλεγχον οὐ προσδεχομένη καταφρονεῖν ποιεῖ τῆς ἱστορίας τοὺς ἀναγινώσκοντας: πρὸς δὲ τούτοις ἡ ποικιλία καὶ τὸ πλῆϑος τῶν γενεαλογουμένων ἡρώων τε καὶ ἡμιϑέων καὶ τῶν ἄλλων ἀνδρῶν δυσέφικτον ἔχει τὴν ἀπαγγελίαν: τὸ δὲ μέγιστον καὶ πάντων ἀτοπώτατον, ὅτι συμβαίνει τοὺς ἀναγεγραφότας τὰς ἀρχαιοτάτας πράξεις τε καὶ μυϑολογίας ἀσυμφώνους εἶναι πρὸς ἀλλήλους. διόπερ τῶν μεταγενεστέρων ἱστοριογράφων οἱ πρωτεύοντες τῇ δόξῃ τῆς μὲν ἀρχαίας μυϑολογίας ἀπέστησαν διὰ τὴν δυσχέρειαν, τὰς δὲ νεωτέρας πράξεις ἀναγράφειν ἐπεχείρησαν. Ἔφορος μὲν γὰρ ὁ Κυμαῖος, Ἰσοκράτους ὢν μαϑητής, ὑποστησάμενος γράφειν τὰς κοινὰς πράξεις, τὰς μὲν παλαιὰς μυϑολογίας ὑπερέβη, τὰ δ᾽ ἀπὸ τῆς Ἡρακλειδῶν καϑόδου 2 ἀγνοῶ μὲν] ἀγνοοῦμεν CF 59. ἡ ποικιλία] τινὰ ποικιλίαν D 18 μὲν γὰρ] γὰρ C, μὲν οὖν F.