Textus Originalis

394 DIODORI SICULI

394 DIODORI SICULI

πραχϑέντα συνταξάμενος ταύτην ἀρχὴν ἐποιήσατο τῆς ἱστορίας. ὁμοίως δὲ τούτῳ Καλλισϑένης καὶ Θεόπομπος, κατὰ τὴν αὐτὴν ἡλικίαν γεγονότες, ἀπέστησαν τῶν παλαιῶν μύϑων. ἡμεῖς δὲ τὴν ἐναντίαν τούτοις κρίσιν ἔχοντες, καὶ τὸν ἐκ τῆς ἀναγραφῆς πόνον ὑποστάντες, τὴν πᾶσαν ἐπιμέλειαν ἐποιησάμεϑα τῆς ἀρχαιολογίας. μέγισται γὰρ καὶ πλεῖσται συνετελέσϑησαν πράξεις ὑπὸ τῶν ἡρώων τε καὶ ἡμιϑέων καὶ πολλῶν ἄλλων ἀνδρῶν ἀγαϑῶν: ὧν διὰ τὰς κοινὰς εὐεργεσίας οἱ μεταγενέστεροι τοὺς μὲν ἰσοϑέοις, τοὺς δ᾽ ἡρωικαῖς ϑυσίαις ἐτίμησαν, πάντας δ᾽ ὁ τῆς ἱστορίας λόγος τοῖς καϑήκουσιν ἐπαίνοις εἰς τὸν αἰῶνα καϑύμνησεν. ἐν μὲν οὖν ταῖς πρὸ ταύτης βίβλοις τρισὶν ἀνεγράψαμεν τὰς παρὰ τοῖς ἄλλοις ἔϑνεσι μυϑολογουμένας πράξεις καὶ τὰ περὶ ϑεῶν παρ᾽ αὐτοῖς ἱστορούμενα, πρὸς δὲ τούτοις τὰς τοποϑεσίας τῆς παρ᾽ ἑκάστοις χώρας καὶ τὰ φυόμενα παρ᾽ αὐτοῖς ϑηρία καὶ τἄλλα ζῷα καὶ καϑόλου πάντα τὰ μνήμης ἄξια καὶ παραδοξολογούμενα διεξιόντες, ἐν ταύτῃ δὲ τὰ παρὰ τοῖς Ἕλλησιν ἱστορούμενα κατὰ τοὺς ἀρχαίους χρόνους περὶ τῶν ἐπιφανεστάτων ἡρώων τε καὶ ἡμιϑέων καὶ καϑόλου τῶν κατὰ πόλεμον ἀξιόλογόν τι κατειργασμένων, ὁμοίως δὲ καὶ τῶν ἐν εἰρήνῃ τι χρήσιμον πρὸς τὸν κοινὸν βίον εὑρόντων ἢ νομοϑετησάντων. ποιησόμεϑα δὲ τὴν ἀρχὴν ἀπὸ Διονύσου διὰ τὸ καὶ παλαιὸν εἶναι σφόδρα τοῦτον καὶ μεγίστας 9 ἄλλων ἀνδρῶν ἀγαϑῶν] ἀγαϑῶν ἀνδρῶν D 11 ϑυσίαις] τιμαῖς Wess. 21 ἀρχαιοτάτους PF 25 πρὸς] εἰς II 26 ἀρχὴν] γράφειν add. D.