Textus Originalis

IV 1. 2. 395

IV 1. 2. 395

εὐεργεσίας κατατεϑεῖσϑαι τῷ γένει τῶν ἀνϑρώπων. εἴρηται μὲν οὖν ἡμῖν ἐν ταῖς προειρημέναις βίβλοις ὅτι τινὲς τῶν βαρβάρων ἀντιποιοῦνται τῆς γενέσεως τοῦ ϑεοῦ τούτου. Αἰγύπτιοι μὲν γὰρ τὸν παρ᾽ αὑτοῖς ϑεὸν Ὄσιριν ὀνομαζόμενόν φασιν εἶναι τὸν παρ᾽ Ἕλλησι Διόνυσον καλούμενον. τοῦτον δὲ μυϑολογοῦσιν ἐπελϑεῖν ἅπασαν τὴν οἰκουμένην, εὑρετὴν γενόμενον τοῦ οἴνου, καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνϑρώπους, καὶ διὰ ταύτην τὴν εὐεργεσίαν τυχεῖν συμφωνουμένης ἀϑανασίας. ὁμοίως δὲ τοὺς Ἰνδοὺς τὸν ϑεὸν τοῦτον παρ᾽ ἑαυτοῖς ἀποφαίνεσϑαι γεγονέναι, καὶ τὰ περὶ τὴν φυτείαν τῆς ἀμπέλου φιλοτεχνήσαντα μεταδοῦναι τῆς τοῦ οἴνου χρήσεως τοῖς κατὰ τὴν οἰκουμένην ἀνϑρώποις. ἡμεῖς δὲ τὰ κατὰ μέρος περὶ τούτων εἰρηκότες νῦν τὰ παρὰ τοῖς Ἕλλησι λεγόμενα περὶ τοῦ ϑεοῦ τούτου διέξιμεν. Κάδμον μὲν γάρ φασι τὸν Ἀγήνορος ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ζήτησιν τῆς Εὐρώπης, ἐντολὰς λαβόντα ἢ τὴν παρϑένον ἀγαγεῖν ἢ μὴ ἀνακάμπτειν εἰς τὴν Φοινίκην. ἐπελϑόντα δὲ πολλὴν χώραν, καὶ μὴ δυνάμενον ἀνευρεῖν, ἀπογνῶναι τὴν εἰς οἶκον ἀνακομιδήν: καταντήσαντα δ᾽ εἰς τὴν Βοιωτίαν κατὰ τὸν παραδεδομένον χρησμὸν κτίσαι τὰς Θήβας. ἐνταῦϑα δὲ κατοικήσαντα γῆμαι μὲν Ἁρμονίαν τὴν Ἀφροδίτης, γεννῆσαι δ᾽ ἐξ αὐτῆς Σεμέλην καὶ Ἰνὼ καὶ Αὐτονόην καὶ Ἀγαύην, ἔτι 8 γενόμενον] ὄντα D 11 τοὺς] τούτοις D 16 τὰ κ. μέρος] κ. μέρος τὰ vulg. 17 λεγόμενα post τούτου vulg. 21 ἀνάγειν fort.