Textus Originalis
I 25. 26. 41
τοῦ πατρὸς Ὀσίριδος ἐξ ἀνϑρώπων μετάστασιν. τὸν δὲ Ὧρον μεϑερμηνευόμενόν φασιν Ἀπόλλωνα ὑπάρχειν, καὶ τήν τε ἰατρικὴν καὶ τὴν μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχϑέντα διὰ τῶν χρησμῶν καὶ τῶν ϑεραπειῶν εὐεργετεῖν τὸ τῶν ἀνϑρώπων γένος. Οἱ δ᾽ ἱερεῖς τῶν Αἰγυπτίων τὸν χρόνον ἀπὸ τῆς Ἡλίου βασιλείας συλλογιζόμενοι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν φασὶν ὑπάρχειν ἐτῶν μάλιστά πως δισμυρίων καὶ τρισχιλίων. μυϑολογοῦσι δὲ καὶ τῶν ϑεῶν τοὺς μὲν ἀρχαιοτάτους βασιλεῦσαι πλείω τῶν χιλίων καὶ διακοσίων ἐτῶν, τοὺς δὲ μεταγενεστέρους οὐκ ἐλάττω τῶν τριακοσίων. ἀπίστου δ᾽ ὄντος τοῦ πλήϑους τῶν ἐτῶν, ἐπιχειροῦσί τινὲς λέγειν ὅτι τὸ παλαιόν, οὔπω τῆς περὶ τὸν ἥλιον κινήσεως ἐπεγνωσμένης, συνέβαινε κατὰ τὴν τῆς σελήνης περίοδον ἄγεσϑαι τὸν ἐνιαυτόν. διόπερ τῶν ἐτῶν τριακονϑημέρων ὄντων οὐκ ἀδύνατον εἶναι βεβιωκέναι τινὰς ἔτη χίλια καὶ διακόσια: καὶ γὰρ νῦν δωδεκαμήνων ὄντων τῶν ἐνιαυτῶν οὐκ ὀλίγους ὑπὲρ ἑκατὸν ἔτη ζῆν. παραπλήσια δὲ λέγουσι καὶ περὶ τῶν τριακόσια ἔτη δοκούντων ἄρξαι: κατ᾽ ἐκείνους γὰρ τοὺς χρόνους τὸν ἐνιαυτὸν ἀπαρτίζεσϑαι τέτταρσι μησὶ τοῖς γινομένοις κατὰ τὰς ἑκάστων τῶν χρόνων ὥρας, οἷον ἔαρος, ϑέρους, χειμῶνος: ἀφ᾽ ἧς αἰτίας καὶ παρ᾽ ἐνίοις τῶν Ἑλλήνων τοὺς ἐνιαυτοὺς ὥρους καλεῖ- 3 τε om. D καὶ τὴν] καὶ D 11 ἄγεσϑαι D (c. 50, 2), γενέσϑαι C, γίνεσϑαι F 20 δωδεκαμήνων Dindorf, δυοκαίδεκα μηνῶν libri 24 τέτρασι D 27 ὥρας D.