Textus Originalis

IV 4. 5. 401

IV 4. 5. 401

ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ γενομένου βρόμου: ὁμοίως δὲ καὶ πυριγενῆ διὰ τὴν ὁμοίαν αἰτίαν ὠνομάσϑαι. Θρίαμβον δ᾽ αὐτὸν ὀνομασϑῆναί φασιν ἀπὸ τοῦ πρῶτον τῶν μνημονευομένων καταγαγεῖν ἀπὸ τῆς στρατείας ϑρίαμβον εἰς τὴν πατρίδα, τὴν ἐξ Ἰνδῶν ποιησάμενον ἐπάνοδον μετὰ πολλῶν λαφύρων. παραπλησίως δὲ καὶ τὰς λοιπὰς προσηγορίας ἐπιϑετικὰς αὐτῷ γεγενῆσϑαι, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν καὶ τῆς ὑποκειμένης ἱστορίας ἀνοίκειον. δίμορφον δ᾽ αὐτὸν δοκεῖν ὑπάρχειν διὰ τὸ δύο Διονύσους γεγονέναι, τὸν μὲν παλαιὸν καταπώγωνα διὰ τὸ τοὺς ἀρχαίους πάντας πωγωνοτροφεῖν, τὸν δὲ νεώτερον ὡραῖον καὶ τρυφερὸν καὶ νέον, καϑότι προείρηται. ἔνιοι δὲ λέγουσιν ὅτι τῶν μεϑυόντων διττὰς διαϑέσεις ἐχόντων, καὶ τῶν μὲν ἱλαρῶν, τῶν δὲ ὀργίλων γινομένων, δίμορφον ὠνομάσϑαι τὸν ϑεόν. καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσϑαι, καὶ τούτους ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν καὶ πολλὴν ἡδονὴν παρέχεσϑαι τῷ ϑεῷ. καϑόλου δὲ τὰς μὲν Μούσας τοῖς ἐκ τῆς παιδείας ἀγαϑοῖς ὠφελούσας τε καὶ τερπούσας, τοὺς δὲ Σατύρους τοῖς πρὸς γέλωτα συνεργοῦσιν ἐπιτηδεύμασι χρωμένους, παρασκευάζειν τῷ Διονύσῳ τὸν εὐδαίμονα καὶ κεχαρισμένον βίον. καϑόλου δὲ τοῦτον τῶν ϑυμελικῶν ἀγώνων φασὶν εὑρετὴν γενέσϑαι, καὶ ϑέατρα καταδεῖξαι, καὶ μουσικῶν ἀκροαμάτων 3 ὠνομάσϑαι] ὀνομάσαι CF 11 παλαιὸν] αὐτῶν add. D 13 ὡραῖον om. D 15 ὀργίλων, τῶν δὲ ἱλαρῶν vulg. 21 τε om. D 22 ταῖς ... συνεργούσαις ἐπιτηδεύσεσι C 24 τοῦτον τῶν] τοῦτον D, τῶν II.