Textus Originalis

402 DIODORI SICULI

402 DIODORI SICULI

σύστημα ποιήσασϑαι: πρὸς δὲ τούτοις ἀλειτουργήτους ποιῆσαι καὶ τοὺς ἐν ταῖς στρατείαις μεταχειριζομένους τι τῆς μουσικῆς ἐπιστήμης: ἀφ᾽ ὧν τοὺς μεταγενεστέρους μουσικὰς συνόδους συστήσασϑαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, καὶ ἀτελεῖς ποιῆσαι τοὺς τὰ τοιαῦτα ἐπιτηδεύοντας. καὶ περὶ μὲν Διονύσου καὶ τῶν περὶ αὐτοῦ μυϑολογουμένων ἀρκεσϑησόμεϑα τοῖς ῥηϑεῖσι στοχαζόμενοι τῆς συμμετρίας. Περὶ δὲ Πριάπου καὶ τῶν μυϑολογουμένων περὶ αὐτοῦ νῦν διέξιμεν, οἰκεῖον ὁρῶντες τὸν περὶ τούτου λόγον ταῖς Διονυσιακαῖς ἱστορίαις. μυϑολογοῦσιν οὖν οἱ παλαιοὶ τὸν Πρίαπον υἱὸν μὲν εἶναι Διονύσου καὶ Ἀφροδίτης, πιϑανῶς τὴν γένεσιν ταύτην ἐξηγούμενοι: τοὺς γὰρ οἰνωϑέντας φυσικῶς ἐντετάσϑαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνϑρώπων τοὺς παλαιοὺς μυϑωδῶς ὀνομάζειν βουλομένους Πρίαπον προσαγορεῦσαι. ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον, αἴτιον ὑπάρχον τῆς γενέσεως τῶν ἀνϑρώπων καὶ διαμονῆς εἰς ἅπαντα τὸν αἰῶνα, τυχεῖν τῆς ἀϑανάτου τιμῆς. οἱ δ᾽ Αἰγύπτιοι περὶ τοῦ Πριάπου μυϑολογοῦντές φασι τὸ παλαιὸν τοὺς Τιτᾶνας ἐπιβουλεύσαντας Ὀσίριδι τοῦτον μὲν ἀνελεῖν, τὸ δὲ σῶμα αὐτοῦ διελόντας εἰς ἴσας μερίδας ἑαυτοῖς καὶ λαβόντας ἀπενεγκεῖν ἐκ τῆς οἰκίας λαϑραίως, μόνον δὲ τὸ αἰδοῖον εἰς τὸν ποταμὸν ῥῖψαι διὰ τὸ μηδένα βούλεσϑαι τοῦτο 1 ποιῆσαι II 2 καὶ del. Bekker 13 μὲν om. vulg. 16 τοὺς γ. οἶν. τοῦ καὶ παροινωϑέντας D — 25 ἑαυτοῖς om. II.