Textus Originalis

IV 5. 6. 403

IV 5. 6. 403

ἀνελέσϑαι. τὴν δὲ Ἶσιν τὸν φόνον τοῦ ἀνδρὸς ἀναζητοῦσαν, καὶ τοὺς μὲν Τιτᾶνας ἀνελοῦσαν, τὰ δὲ τοῦ σώματος μέρη περιπλάσασαν εἰς ἀνϑρώπου τύπον, ταῦτα μὲν δοῦναι ϑάψαι τοῖς ἱερεῦσι καὶ τιμᾶν προστάξαι ὡς ϑεὸν τὸν Ὄσιριν, τὸ δὲ αἰδοῖον μόνον οὐ δυναμένην ἀνευρεῖν καταδεῖξαι τιμᾶν ὡς ϑεὸν καὶ ἀναϑεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. περὶ μὲν οὖν τῆς γενέσεως τοῦ Πριάπου καὶ τῆς τιμῆς τοιαῦτα μυϑολογεῖται παρὰ τοῖς παλαιοῖς τῶν Αἰγυπτίων. τοῦτον δὲ τὸν ϑεὸν τινὲς μὲν Ἰϑύφαλλον ὀνομάζουσι, τινὲς δὲ Τύχωνα. τὰς δὲ τιμὰς οὐ μόνον κατὰ πόλιν ἀπονέμουσιν αὐτῷ [ἐν τοῖς ἱεροῖς], ἀλλὰ καὶ κατὰ τὰς ἀγροικίας ὀπωροφύλακα τῶν ἀμπελώνων ἀποδεικνύντες καὶ τῶν κήπων, ἔτι δὲ πρὸς τοὺς βασκαίνοντάς τι τῶν καλῶν τοῦτον κολαστὴν παρεισάγοντες. ἔν τε ταῖς τελεταῖς οὐ μόνον ταῖς Διονυσιακαῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις οὗτος ὁ ϑεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς ϑυσίαις. παραπλησίως δὲ τῷ Πριάπῳ τινὲς μυϑολογοῦσι γεγενῆσϑαι τὸν ὀνομαζόμενον Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηϑέντα τυχεῖν τῆς ἐξ ἀμφοτέρων τῶν γονέων συντεϑείσης προσηγορίας. τοῦτον δ᾽ οἱ μέν φασιν εἶναι ϑεὸν καὶ κατά τινας χρόνους φαίνεσϑαι παρ᾽ ἀνϑρώποις, καὶ γεννᾶσϑαι τὴν τοῦ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός: καὶ τὴν μὲν εὐπρέ- 5 ὡς ϑεὸν τιμᾶν D 11 Τυφῶνα F 12 ἐν τοῖς ἱεροῖς delevi, ante ἀπονέμουσιν ponit Dm 18 σχεδὸν om. II (et Eus. pr. ev. II 2, 14) τινὸς τιμῆς D (et Eus.), τιμῆς τινος vulg.