Textus Originalis

404 DIODORI SICULI

404 DIODORI SICULI

πειαν καὶ μαλακότητα τοῦ σώματος ἔχειν γυναικὶ παρεμφερῆ, τὸ δ᾽ ἀρρενωπὸν καὶ δραστικὸν ἀνδρὸς ἔχειν [τὰ δὲ φυσικὰ μόρια συγγεννᾶσϑαι τούτῳ καὶ γυναικὸς καὶ ἀνδρός]: ἔνιοι δὲ τὰ τοιαῦτα γένη ταῖς φύσεσιν ἀποφαίνονται τέρατα ὑπάρχειν, καὶ γεννώμενα σπανίως προσημαντικὰ γίνεσϑαι ποτὲ μὲν κακῶν ποτὲ δ᾽ ἀγαϑῶν. καὶ περὶ μὲν τῶν τοιούτων ἅλις ἡμῖν ἐχέτω. Περὶ δὲ τῶν Μουσῶν, ἐπειδήπερ ἐμνήσϑημεν ἐν ταῖς τοῦ Διονύσου πράξεσιν, οἰκεῖον ἂν εἴη διελϑεῖν ἐν κεφαλαίοις. ταύτας γὰρ οἱ πλεῖστοι τῶν μυϑογράφων καὶ μάλιστα δεδοκιμασμένοι φασὶ ϑυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης: ὀλίγοι δὲ τῶν ποιητῶν, ἐν οἷς ἐστι καὶ Ἀλκμάν, ϑυγατέρας ἀποφαίνονται Οὐρανοῦ καὶ Γῆς. ὁμοίως δὲ καὶ κατὰ τὸν ἀριϑμὸν διαφωνοῦσιν: οἱ μὲν γὰρ τρεῖς λέγουσιν, οἱ δ᾽ ἐννέα, καὶ κεκράτηκεν ὁ τῶν ἐννέα ἀριϑμὸς ὑπὸ τῶν ἐπιφανεστάτων ἀνδρῶν βεβαιούμενος, λέγω δὲ Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων τῶν τοιούτων. Ὅμηρος μὲν γὰρ λέγει Μοῦσαι δ᾽ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ: Ἡσίοδος δὲ καὶ τὰ ὀνόματα αὐτῶν ἀποφαίνεται λέγων Κλειώ τ᾽ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε Τερψιχόρη τ᾽ Ἐρατώ τε Πολύμνιά τ᾽ Οὐρανίη τε Καλλιόπη ϑ᾽, ἣ σφεῶν προφερεστάτη ἐστὶν ἁπασέων. 2 ἔχειν ἀνδρός vulg. 3 τὰ δὲ — 4 καὶ ἀνδρός BD, om. cet. 9 τῶν om. D.