Textus Originalis
IV 6. 7. 405
τούτων δ᾽ ἑκάστῃ προσάπτουσι τὰς οἰκείας διαϑέσεις τῶν περὶ μουσικὴν ἐπιτηδευμάτων, οἷον ποιητικήν, μελῳδίαν, ὀρχήσεις καὶ χορείας, ἀστρολογίαν τε καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων. παρϑένους δ᾽ αὐτὰς οἱ πλεῖστοι [γεγονέναι] μυϑολογοῦσι διὰ τὸ τὰς κατὰ τὴν παιδείαν ἀρετὰς ἀφϑόρους δοκεῖν εἶναι. Μούσας δ᾽ αὐτὰς ὠνομάσϑαι ἀπὸ τοῦ μυεῖν τοὺς ἀνϑρώπους, τοῦτο δ᾽ ἐστὶν ἀπὸ τοῦ διδάσκειν τὰ καλὰ καὶ συμφέροντα καὶ ὑπὸ τῶν ἀπαιδεύτων ἀγνοούμενα. ἑκάστῃ δὲ προσηγορίᾳ τὸν οἰκεῖον λόγον ἀπονέμοντές φασιν ὠνομάσϑαι τὴν μὲν Κλειὼ διὰ τὸ τὸν ἐκ τῆς ποιήσεως τῶν ἐγκωμιαζομένων ἔπαινον μέγα κλέος περιποιεῖν τοῖς ἐπαινουμένοις, Εὐτέρπην δ᾽ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροωμένους τοῖς ἀπὸ τῆς παιδείας ἀγαϑοῖς, Θάλειαν δ᾽ ἀπὸ τοῦ ϑάλλειν ἐπὶ πολλοὺς χρόνους τοὺς διὰ τῶν ποιημάτων ἐγκωμιαζομένους, Μελπομένην δ᾽ ἀπὸ τῆς μελῳδίας, δι᾽ ἧς τοὺς ἀκούοντας ψυχαγωγεῖσϑαι, Τερψιχόρην δ᾽ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροατὰς τοῖς ἐκ παιδείας περιγινομένοις ἀγαϑοῖς, Ἐρατὼ δ᾽ ἀπὸ τοῦ τοὺς παιδευϑέντας ποϑεινοὺς καὶ ἐπεράστους ἀποτελεῖν, Πολύμνιαν δ᾽ ἀπὸ τοῦ διὰ πολλῆς ὑμνήσεως ἐπιφανεῖς κατασκευάζειν τοὺς διὰ τῶν ποιημάτων ἀπαϑανατιζομένους τῇ δόξῃ, Οὐρανίαν δ᾽ ἀπὸ τοῦ τοὺς παιδευϑέντας ὑπ᾽ αὐτῆς ἐξαίρεσϑαι πρὸς 4 ἥ τε vulg. 5 γεγονέναι om. D (et Eus. pr. ev. II 2, 16) 6 τὴν om. D ἀφϑάρτους II 9 καὶ τὰ συμφέροντα D 13 ἐμποιεῖν D 16 τοὺς ... ἐγκωμιαζομένους om. II 21 καὶ ἐπεράστους om. D 23 τούς τε διὰ τῶν ποιητῶν ἀϑανατιζομένους D.