Textus Originalis
406 DIODORI SICULI
οὐρανόν: τῇ γὰρ δόξῃ καὶ τοῖς φρονήμασι μετεωρίζεσϑαι τὰς ψυχὰς εἰς ὕψος οὐράνιον: Καλλιόπην δ᾽ ἀπὸ τοῦ καλὴν ὄπα προΐεσϑαι, τοῦτο δ᾽ ἐστὶ τῇ εὐεπείᾳ διάφορον οὖσαν ἀποδοχῆς τυγχάνειν ὑπὸ τῶν ἀκουόντων. Τούτων δ᾽ ἡμῖν ἀρκούντως εἰρημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς Ἡρακλέους πράξεις. οὐκ ἀγνοῶ δ᾽ ὅτι πολλὰ δύσχρηστα συμβαίνει τοῖς ἱστοροῦσι τὰς παλαιὰς μυϑολογίας, καὶ μάλιστα τὰς περὶ Ἡρακλέους. τῷ μὲν γὰρ μεγέϑει τῶν κατεργασϑέντων ὁμολογουμένως οὗτος παραδέδοται πάντας τοὺς ἐξ αἰῶνος ὑπερᾶραι τῇ μνήμῃ παραδοϑέντας: δυσέφικτον οὖν ἐστι τὸ κατὰ τὴν ἀξίαν ἕκαστον τῶν πραχϑέντων ἀπαγγεῖλαι καὶ τὸν λόγον ἐξισῶσαι τοῖς τηλικούτοις ἔργοις, οἷς διὰ τὸ μέγεϑος ἔπαϑλον ἦν ἡ ἀϑανασία. διὰ δὲ τὴν παλαιότητα καὶ τὸ παράδοξον τῶν ἱστορουμένων παρὰ πολλοῖς ἀπιστουμένων τῶν μύϑων, ἀναγκαῖον ἢ παραλιπόντας τὰ μέγιστα τῶν πραχϑέντων καϑαιρεῖν τι τῆς τοῦ ϑεοῦ δόξης ἢ πάντα διεξιόντας τὴν ἱστορίαν ποιεῖν ἀπιστουμένην. ἔνιοι γὰρ τῶν ἀναγινωσκόντων οὐ δικαίᾳ χρώμενοι κρίσει τἀκριβὲς ἐπιζητοῦσιν ἐν ταῖς ἀρχαίαις μυϑολογίαις ἐπ᾽ ἴσης τοῖς πραττομένοις ἐν τοῖς καϑ᾽ ἡμᾶς χρόνοις, καὶ τὰ δισταζόμενα τῶν ἔργων, διὰ τὸ μέγεϑος ἐκ τοῦ καϑ᾽ αὑτοὺς βίου τεκμαιρόμενοι, τὴν Ἡρακλέους δύναμιν ἐκ τῆς ἀσϑενείας τῶν νῦν ἀνϑρώπων ϑεωροῦσιν, ὥστε διὰ 1 οὐρανόν] τῇ δόξῃ add. D 2 οὐράνιον om. D 3 τουτέστι τῇ II — 4 εὐεπίᾳ D 10 μὲν om. D — 13 τὸ τοῦτο D ἑκάστου D 16 ἦν] ἦν ἡ CF 24 τῷ ... χρόνῳ II.