Textus Originalis

IV 7. 8. 9. 407

IV 7. 8. 9. 407

τὴν ὑπερβολὴν τοῦ μεγέϑους τῶν ἔργων ἀπιστεῖσϑαι τὴν γραφήν. καϑόλου μὲν γὰρ ἐν ταῖς μυϑολογουμέναις ἱστορίαις οὐκ ἐκ παντὸς τρόπου πικρῶς τὴν ἀλήϑειαν ἐξεταστέον. καὶ γὰρ ἐν τοῖς ϑεάτροις, πεπεισμένοι μήτε Κενταύρους διφυεῖς ἐξ ἑτερογενῶν σωμάτων ὑπάρξαι μήτε Γηρυόνην τρισώματον, ὅμως προσδεχόμεϑα τὰς τοιαύτας μυϑολογίας, καὶ ταῖς ἐπισημασίαις συναύξομεν τὴν τοῦ ϑεοῦ τιμήν. καὶ γὰρ ἄτοπον Ἡρακλέα μὲν ἔτι κατ᾽ ἀνϑρώπους ὄντα τοῖς ἰδίοις πόνοις ἐξημερῶσαι τὴν οἰκουμένην, τοὺς δ᾽ ἀνϑρώπους ἐπιλαϑομένους τῆς κοινῆς εὐεργεσίας συκοφαντεῖν τὸν ἐπὶ τοῖς καλλίστοις ἔργοις ἔπαινον, καὶ τοὺς μὲν προγόνους διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς ὁμολογουμένην αὐτῷ συγχωρῆσαι τὴν ἀϑανασίαν, ἡμᾶς δὲ πρὸς τὸν ϑεὸν μηδὲ τὴν πατροπαράδοτον εὐσέβειαν διαφυλάττειν. ἀλλὰ γὰρ τῶν τοιούτων λόγων ἀφέμενοι διέξιμεν αὐτοῦ τὰς πράξεις ἀπ᾽ ἀρχῆς ἀκολούϑως τοῖς παλαιοτάτοις τῶν ποιητῶν τε καὶ μυϑολόγων. Τῆς Ἀκρισίου τοίνυν Δανάης καὶ Διός φασι γενέσϑαι Περσέα: τούτῳ δὲ μιγεῖσαν τὴν Κηφέως Ἀνδρομέδαν Ἠλεκτρύωνα γεννῆσαι, ἔπειτα τούτῳ τὴν Πέλοπος Εὐρυδίκην συνοικήσασαν Ἀλκμήνην τεκνῶσαι, καὶ ταύτῃ Δία μιγέντα δι᾽ ἀπάτης Ἡρακλέα γεννῆσαι. τὴν μὲν οὖν ὅλην τοῦ γένους ῥίζαν ἀπ᾽ ἀμφοτέρων τῶν γονέων εἰς τὸν μέγιστον τῶν ϑεῶν ἀναφέρειν λέγεται τὸν εἰρημένον τρόπον. τὴν 3 ἱστορουμέναις μυϑολογίαις F 7 τὰς] εἰς τὰς D 11 κοινῆς] ἰδίας D 13 ὑπεροχὴν vulg. 18 παλαιοτάτοις] ἀρχαιοτάτοις vulg. 24 τεκνῶσαι] γεννῆσαι D.