Textus Originalis

408 DIODORI SICULI

408 DIODORI SICULI

δὲ γεγενημένην περὶ αὐτὸν ἀρετὴν οὐκ ἐν ταῖς πράξεσι ϑεωρηϑῆναι μόνον, ἀλλὰ καὶ πρὸ τῆς γενέσεως γινώσκεσϑαι. τὸν γὰρ Δία μισγόμενον Ἀλκμήνῃ τριπλασίαν τὴν νύκτα ποιῆσαι, καὶ τῷ πλήϑει τοῦ πρὸς τὴν παιδοποιίαν ἀναλωϑέντος χρόνου προσημῆναι τὴν ὑπερβολὴν τῆς τοῦ γεννηϑησομένου ῥώμης. καϑόλου δὲ τὴν ὁμιλίαν ταύτην οὐκ ἐρωτικῆς ἐπιϑυμίας ἕνεκα ποιήσασϑαι, καϑάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλέον τῆς παιδοποιίας χάριν. διὸ καὶ βουλόμενον τὴν ἐπιπλοκὴν νόμιμον ποιήσασϑαι βιάσασϑαι μὲν μὴ βουληϑῆναι, πεῖσαι δ᾽ οὐδαμῶς ἐλπίζειν διὰ τὴν σωφροσύνην: τὴν ἀπάτην οὖν προκρίναντα διὰ ταύτης παρακρούσασϑαι τὴν Ἀλκμήνην, Ἀμφιτρύωνι κατὰ πᾶν ὁμοιωϑέντα. διελϑόντος δὲ τοῦ κατὰ φύσιν χρόνου ταῖς ἐγκύοις, τὸν μὲν Δία πρὸς τὴν Ἡρακλέους γένεσιν ἐνεχϑέντα τῇ διανοίᾳ προειπεῖν παρόντων ἁπάντων τῶν ϑεῶν ὅτι τὸν κατ᾽ ἐκείνην τὴν ἡμέραν Περσειδῶν γεννώμενον ποιήσει βασιλέα, τὴν δ᾽ Ἥραν ζηλοτυποῦσαν καὶ συνεργὸν ἔχουσαν Εἰλείϑυιαν τὴν ϑυγατέρα, τῆς μὲν Ἀλκμήνης παρακατασχεῖν τὰς ὠδῖνας, τὸν δ᾽ Εὐρυσϑέα πρὸ τοῦ καϑήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν. τὸν δὲ Δία καταστρατηγηϑέντα βουληϑῆναι τήν τε ὑπόσχεσιν βεβαιῶσαι καὶ τῆς Ἡρακλέους ἐπιφανείας προνοηϑῆναι: διό φασιν αὐτὸν τὴν μὲν Ἥραν πεῖσαι συγχωρῆσαι βασιλέα μὲν ὑπάρξαι κατὰ τὴν ἰδίαν ὑπόσχεσιν Εὐρυσϑέα, τὸν δ᾽ Ἡρακλέα τεταγμένον ὑπὸ 12 πείσειν Hertlein 18 ἁπάντων om. C 19 περσιδῶν D γενόμενον CD 20 εἰλήϑυιαν D.