Textus Originalis

IV 9. 10. 409

IV 9. 10. 409

τὸν Εὐρυσϑέα τελέσαι δώδεκα ἄϑλους οὓς ἂν ὁ Εὐρυσϑεὺς προστάξῃ, καὶ τοῦτο πράξαντα τυχεῖν τῆς ἀϑανασίας. Ἀλκμήνη δὲ τεκοῦσα καὶ φοβηϑεῖσα τὴν τῆς Ἥρας ζηλοτυπίαν, ἐξέϑηκε τὸ βρέφος εἰς τὸν τόπον ὃς νῦν ἀπ᾽ ἐκείνου καλεῖται πεδίον Ἡράκλειον. καϑ᾽ ὃν δὴ χρόνον Ἀϑηνᾶ μετὰ τῆς Ἥρας προσιοῦσα, καὶ ϑαυμάσασα τοῦ παιδίου τὴν φύσιν, συνέπεισε τὴν Ἥραν ὑποσχεῖν τὴν ϑηλήν. τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν ϑηλήν, ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀϑηνᾶ δὲ κομίσασα αὐτὸ πρὸς τὴν μητέρα τρέφειν παρεκελεύσατο. ϑαυμάσαι δ᾽ ἄν τις εἰκότως τὸ τῆς περιπετείας παράδοξον: ἡ μὲν γὰρ στέργειν ὀφείλουσα μήτηρ τὸ ἴδιον τέκνον ἀπώλλυεν, ἡ δὲ μητρυιᾶς ἔχουσα μῖσος δι᾽ ἄγνοιαν ἔσωζε τὸ τῇ φύσει πολέμιον. Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξας ἀπέπνιξε τοὺς δράκοντας. διόπερ Ἀργεῖοι πυϑόμενοι τὸ γεγονὸς Ἡρακλέα προσηγόρευσαν, ὅτι δι᾽ Ἥραν ἔσχε κλέος, Ἀλκαῖον πρότερον καλούμενον. τοῖς μὲν οὖν ἄλλοις οἱ γονεῖς τοὔνομα περιτιϑέασι, τούτῳ δὲ μόνῳ ἡ ἀρετὴ τὴν προσηγορίαν ἔϑετο. μετὰ δὲ ταῦτα ὁ μὲν Ἀμφιτρύων φυγαδευϑεὶς ἐκ Τίρυνϑος μετῴκησεν εἰς Θήβας: ὁ δ᾽ Ἡρακλῆς τραφεὶς καὶ παιδευϑεὶς καὶ μάλιστ᾽ ἐν τοῖς γυμνασίοις 1 ὁ om. CF 5 πεδίον] παιδικὸν CD 7 προϊοῦσα II, παριοῦσα Bekker καὶ ϑαυμάσασα om. D 19 οὐ καταπλαγεὶς om. C 21 γεγονὸς] γενόμενον II.