Textus Originalis

410 DIODORI SICULI

410 DIODORI SICULI

διαπονηϑεὶς ἐγένετο ῥώμῃ τε σώματος πολὺ προέχων τῶν ἄλλων ἁπάντων καὶ ψυχῆς λαμπρότητι περιβόητος, ὅς γε τὴν ἡλικίαν ἔφηβος ὢν πρῶτον μὲν ἠλευϑέρωσε τὰς Θήβας, ἀποδιδοὺς ὡς πατρίδι τὰς προσηκούσας χάριτας. ὑποτεταγμένων γὰρ τῶν Θηβαίων Ἐργίνῳ τῷ βασιλεῖ τῶν Μινυῶν, καὶ κατ᾽ ἐνιαυτὸν ὡρισμένους φόρους τελούντων, οὐ καταπλαγεὶς τὴν τῶν δεδουλωμένων ὑπεροχὴν ἐτόλμησε πρᾶξιν ἐπιτελέσαι περιβόητον: τοὺς γὰρ παραγενομένους τῶν Μινυῶν ἐπὶ τὴν ἀπαίτησιν τῶν δασμῶν καὶ μεϑ᾽ ὕβρεως εἰσπραττομένους ἀκρωτηριάσας ἐξέβαλεν ἐκ τῆς πόλεως. Ἐργίνου δ᾽ ἐξαιτοῦντος τὸν αἴτιον, Κρέων βασιλεύων τῶν Θηβαίων, καταπλαγεὶς τὸ βάρος τῆς ἐξουσίας, ἕτοιμος ἦν ἐκδιδόναι τὸν αἴτιον τῶν ἐγκλημάτων. ὁ δ᾽ Ἡρακλῆς πείσας τοὺς ἡλικιώτας ἐλευϑεροῦν τὴν πατρίδα, κατέσπασεν ἐκ τῶν ναῶν τὰς προσηλωμένας πανοπλίας, ἃς οἱ πρόγονοι σκῦλα τοῖς ϑεοῖς ἦσαν ἀνατεϑεικότες: οὐ γὰρ ἦν εὑρεῖν κατὰ τὴν πόλιν ἰδιωτικὸν ὅπλον διὰ τὸ τοὺς Μινύας παρῳπλικέναι τὴν πόλιν, ἵνα μηδεμίαν λαμβάνωσιν οἱ κατὰ τὰς Θήβας ἀποστάσεως ἔννοιαν. ὁ δ᾽ Ἡρακλῆς πυϑόμενος Ἐργῖνον τὸν βασιλέα τῶν Μινυῶν προσάγειν τῇ πόλει μετὰ στρατιωτῶν, ἀπαντήσας αὐτῷ κατά τινα στενοχωρίαν, καὶ τὸ μέγεϑος τῆς τῶν πολεμίων δυνάμεως ἄχρηστον ποιήσας, αὐτόν τε τὸν Ἐργῖνον ἀνεῖλε καὶ τοὺς μετ᾽ αὐτοῦ σχεδὸν ἅπαντας ἀπέ- 6 et 23 μηνύων D 7 τελούντων] μεϑ᾽ ὕβρεως add. codices, del. Bekker 10 μινύων D 11 ἐκπραττομένους II 13 Θηβαίων] καὶ add. CF 30 μέγεϑος] μέγιστον D