Textus Originalis
42 DIODORI SICULI
σϑαι καὶ τὰς κατ᾽ ἔτος ἀναγραφὰς ὡρογραφίας προσαγορεύεσϑαι. Οἱ δ᾽ οὖν Αἰγύπτιοι μυϑολογοῦσι κατὰ τὴν Ἴσιδος ἡλικίαν γεγονέναι τινὰς πολυσωμάτους τοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζομένους γίγαντας, ὑφ᾽ ἑαυτῶν δὲ διακοσμουμένους τερατωδῶς ἐπὶ τῶν ἱερῶν καὶ τυπτομένους ὑπὸ τῶν περὶ τὸν Ὄσιριν. ἔνιοι μὲν οὖν αὐτοὺς γηγενεῖς φασιν ὑπάρξαι, προσφάτου τῆς τῶν ζῴων γενέσεως ἐκ τῆς γῆς ὑπαρχούσης, ἔνιοι δὲ λέγουσι σώματος ῥώμῃ διενεγκόντας καὶ πολλὰς πράξεις ἐπιτελεσαμένους ἀπὸ τοῦ συμβεβηκότος μυϑολογηϑῆναι πολυσωμάτους: συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν ϑεοῖς πόλεμον ἐνστησάμενοι πάντες ἀνῃρέϑησαν. Νομοϑετῆσαι δέ φασὶ τοὺς Αἰγυπτίους παρὰ τὸ κοινὸν ἔϑος τῶν ἀνϑρώπων γαμεῖν ἀδελφὰς διὰ τὸ γεγονὸς ἐν τούτοις τῆς Ἴσιδος ἐπίτευγμα: ταύτην γὰρ συνοικήσασαν Ὀσίριδι τῷ ἀδελφῷ, καὶ ἀποϑανόντος ὁμόσασαν οὐδενὸς ἔτι συνουσίαν ἀνδρὸς προσδέξεσϑαι, μετελϑεῖν τόν τε φόνον τἀνδρὸς καὶ διατελέσαι βασιλεύουσαν νομιμώτατα, καὶ τὸ σύνολον πλείστων καὶ μεγίστων ἀγαϑῶν αἰτίαν γενέσϑαι πᾶσιν ἀνϑρώποις. διὰ δὴ ταύτας τὰς αἰτίας καταδειχϑῆναι μείζονος ἐξουσίας καὶ τιμῆς τυγχάνειν τὴν βασίλισσαν τοῦ βασιλέως, καὶ παρὰ τοῖς ἰδιώταις κυριεύειν τὴν γυναῖκα τἀνδρός, ἐν τῇ τῆς 5 post ὑφ᾽ ἑαυτῶν δὲ nomen intercidisse videtur 9 γενέσεως] ὑπάρξεως D 21 προσδέξασϑαι codices (c. 22, 1) 22 βασιλεύσασαν D 25 καταδεχϑῆναι CF.