Textus Originalis

IV 10. 11. 411

IV 10. 11. 411

κτεινεν. ἄφνω δὲ προσπεσὼν τῇ πόλει τῶν Ὀρχομενίων καὶ παρεισπεσὼν ἐντὸς τῶν πυλῶν τά τε βασίλεια τῶν Μινυῶν ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε. περιβοήτου δὲ τῆς πράξεως γενομένης καϑ᾽ ὅλην τὴν Ἑλλάδα καὶ πάντων ϑαυμαζόντων τὸ παράδοξον, ὁ μὲν βασιλεὺς Κρέων ϑαυμάσας τὴν ἀρετὴν τοῦ νεανίσκου τήν τε ϑυγατέρα Μεγάραν συνῴκισεν αὐτῷ καὶ καϑάπερ υἱῷ γνησίῳ τὰ κατὰ τὴν πόλιν ἐπέτρεψεν, Εὐρυσϑεὺς δ᾽ ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας ὑποπτεύσας τὴν Ἡρακλέους αὔξησιν μετεπέμπετό τε αὐτὸν καὶ προσέταττε τελεῖν ἄϑλους. οὐχ ὑπακούοντος δὲ τοῦ Ἡρακλέους, Ζεὺς μὲν ἀπέστειλε διακελευόμενος ὑπουργεῖν Εὐρυσϑεῖ, Ἡρακλῆς δὲ παρελϑὼν εἰς Δελφοὺς καὶ περὶ τούτων ἐπερωτήσας τὸν ϑεόν, ἔλαβε χρησμὸν τὸν δηλοῦντα διότι τοῖς ϑεοῖς δέδοκται δώδεκα ἄϑλους τελέσαι προστάττοντος Εὐρυσϑέως, καὶ τοῦτο πράξαντα τεύξεσϑαι τῆς ἀϑανασίας. Τούτων δὲ πραχϑέντων ὁ μὲν Ἡρακλῆς ἐνέπεσεν εἰς ἀϑυμίαν οὐ τὴν τυχοῦσαν: τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν οὐδαμῶς ἄξιον ἔκρινε τῆς ἰδίας ἀρετῆς, τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείϑεσϑαι καὶ ἀσύμφορον ἐφαίνετο καὶ ἀδύνατον. εἰς πολλὴν οὖν ἀμηχανίαν ἐμπίπτοντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύτταν: ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε. τοῦ πάϑους δ᾽ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν μὲν Ἰόλαον ἐπεβάλετο κτείνειν, 3 μηνύων D 8 τὰ κατὰ om. II 12 Ζεὺς] ὁ Ζεὺς D 18 τεύξασϑαι vulg. 19 προσταχϑέντων Wess. 21 ἔκρινε] δεῖν add. vulg. — 24 ἐπέπεμψεν Reiske.