Textus Originalis
412 DIODORI SICULI
ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε. μόγις δὲ τῆς μανίας ἀπολυϑείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέϑει τῆς συμφορᾶς. πάντων δ᾽ αὐτῷ συλλυπουμένων καὶ συμπενϑούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνϑρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις: τέλος δὲ τοῦ χρόνου τὸ πάϑος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσϑέα. καὶ πρῶτον μὲν ἔλαβεν ἄϑλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα. οὗτος δὲ μεγέϑει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίϑῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης. διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν: εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καϑ᾽ ἣν εἰώϑει φωλεύειν τὸ ϑηρίον. ὁ δ᾽ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ ϑηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουϑῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε. τὴν δὲ δορὰν αὐτοῦ περιϑέμενος, καὶ διὰ τὸ μέγεϑος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων. Δεύτερον δ᾽ ἔλαβεν ἄϑλον ἀποκτεῖναι τὴν Λερ- 3 μόλις II 6 συμπαϑούντων CF 8 τέλος] εἰς τέλος D 10 μὲν om. vulg. 11 ἀποκτεῖναι om. CE 12 ἦν] ὢν D 22 ἔπνιξεν D 26 ἄϑλον om. II λερνέαν D