Textus Originalis

IV 11. 12. 413

IV 11. 12. 413

ναίαν ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο. τούτων δ᾽ εἰ μία διαφϑαρείη, διπλασίας ὁ τμηϑεὶς ἀνίει τόπος: δι᾽ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον: τὸ γὰρ χειρωϑὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήϑημα. πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καιομένῃ τὸ ἀποτμηϑὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος. οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληϑὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον. Τρίτον δὲ πρόσταγμα ἔλαβεν ἐνεγκεῖν τὸν Ἐρυμάνϑιον κάπρον ζῶντα, ὃς διέτριβεν ἐν τῇ Λαμπείᾳ τῆς Ἀρκαδίας. ἐδόκει δὲ τὸ πρόσταγμα τοῦτο πολλὴν ἔχειν δυσχέρειαν: ἔδει γὰρ τὸν ἀγωνιζόμενον τοιούτῳ ϑηρίῳ τοσαύτην ἔχειν περιουσίαν ὥστε ἐπ᾽ αὐτῆς τῆς μάχης ἀκριβῶς στοχάσασϑαι τοῦ καιροῦ. ἔτι μὲν γὰρ ἰσχύοντα ἀφεὶς αὐτὸν ἀπὸ τῶν ὀδόντων ἂν ἐκινδύνευσε, πλέον δὲ τοῦ δέοντος καταπολεμήσας ἀπέκτεινεν, ὥστε τὸν ἆϑλον ὑπάρχειν ἀσυντέλεστον. ὅμως δὲ κατὰ τὴν μάχην ταμιευσάμενος ἀκριβῶς τὴν συμμετρίαν ἀπήνεγκε τὸν κάπρον ζῶντα πρὸς Εὐρυσϑέα: ὃν ἰδὼν ὁ βασιλεὺς ἐπὶ τῶν ὤμων 2 διετυποῦντο codices, corr. Dind. 3 φϑαρείη D 6 δυστραπελίαν vulg. 8 λαμπάδι καιομένῃ post μέρος vulg. 11 ἔχει D, παρέχει C 13 Ἐρυμάνϑειον CF 14 διέτριβεν Dind., διέτριβε μὲν codices ἐν τῇ Λαμπίᾳ BD, ἐν πεδίῳ ceteri 18 ἀκριβῶς om. D στοχάζεσϑαι C — 20 πλέον Dind., πλείω cod. 21 ὥστε] ὡς CF τὸν Rhod., τὸ cod.