Textus Originalis
414 DIODORI SICULI
φέροντα, καὶ φοβηϑείς, ἔκρυψεν ἑαυτὸν εἰς χαλκοῦν πίϑον. Ἅμα δὲ τούτοις πραττομένοις Ἡρακλῆς κατηγωνίσατο τοὺς ὀνομαζομένους Κενταύρους διὰ τοιαύτας αἰτίας. Φόλος ἦν Κένταυρος, ἀφ᾽ οὗ συνέβη τὸ πλησίον ὄρος Φολόην ὀνομασϑῆναι: οὗτος ξενίοις δεχόμενος Ἡρακλέα τὸν κατακεχωσμένον οἴνου πίϑον ἀνέῳξε. τοῦτον γὰρ μυϑολογοῦσι τὸ παλαιὸν Διόνυσον παρατεϑεῖσϑαί τινι Κενταύρῳ, καὶ προστάξαι τότε ἀνοῖξαι ὅταν Ἡρακλῆς παραγένηται. διόπερ ὕστερον τέτταρσι γενεαῖς ἐπιξενωϑέντος αὐτοῦ μνησϑῆναι τὸν Φόλον τῆς Διονύσου παραγγελίας. ἀνοιχϑέντος οὖν τοῦ πίϑου, καὶ τῆς εὐωδίας διὰ τὴν παλαιότητα καὶ δύναμιν τοῦ οἴνου προσπεσούσης τοῖς πλησίον οἰκοῦσι Κενταύροις, συνέβη διοιστρηϑῆναι τούτους: διὸ καὶ προσπεσόντες ἀϑρόοι τῇ οἰκήσει τοῦ Φόλου καταπληκτικῶς ὥρμησαν πρὸς ἁρπαγήν. ὁ μὲν οὖν Φόλος φοβηϑεὶς ἔκρυψεν ἑαυτόν, ὁ δ᾽ Ἡρακλῆς παραδόξως συνεπλάκη τοῖς βιαζομένοις: ἔδει γὰρ διαγωνίζεσϑαι πρὸς τοὺς ἀπὸ μὲν μητρὸς ὄντας ϑεούς, τὸ δὲ τάχος ἔχοντας ἵππων, ῥώμῃ δὲ δισωμάτους ϑῆρας, ἐμπειρίαν δὲ καὶ σύνεσιν ἔχοντας ἀνδρῶν. τῶν δὲ Κενταύρων οἱ μὲν πεύκας αὐτορρίζους ἔχοντες ἐπῇσαν, οἱ δὲ πέτρας μεγάλας, τινὲς δὲ λαμπάδας ἡμμένας, ἕτεροι δὲ βουφόνους πελέκεις. ὁ δ᾽ ἀκαταπλήκτως ὑποστὰς ἀξίαν τῶν προκατειργασμένων συνεστήσατο μάχην. συνηγωνίζετο δ᾽ αὐτοῖς ἡ μήτηρ Νεφέλη πολὺν 1 αὐτὸν D 7 Ἡρ.] τὸν Ἡρ. vulg. 11 τέτταρσι] πολλαῖς CE 21 ϑεοὺς ὄντας vulg. 24 αὐτορίζους cod.