Textus Originalis

IV 12. 415

IV 12. 415

ὄμβρον ἐκχέουσα, δι᾽ οὗ τοὺς μὲν τετρασκελεῖς οὐκ ἔβλαπτε, τῷ δὲ δυσὶν ἠρεισμένῳ σκέλεσι τὴν βάσιν ὀλισϑηρὰν κατεσκεύαζεν. ἀλλ᾽ ὅμως τοὺς τοιούτοις προτερήμασι πλεονεκτοῦντας Ἡρακλῆς παραδόξως κατηγωνίσατο, καὶ τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δ᾽ ὑπολειφϑέντας φυγεῖν ἠνάγκασε. τῶν δ᾽ ἀναιρεϑέντων Κενταύρων ὑπῆρχον ἐπιφανέστατοι Δάφνις καὶ Ἀργεῖος καὶ Ἀμφίων, ἔτι δὲ Ἱπποτίων καὶ Ὄρειος καὶ Ἰσοπλὴς καὶ Μελαγχαίτης, πρὸς δὲ τούτοις Θηρεὺς καὶ Δούπων καὶ Φρίξος. τῶν δὲ διαφυγόντων τὸν κίνδυνον ὕστερον ἕκαστος τιμωρίας ἠξιώϑη. Ὅμαδος μὲν γὰρ ἐν Ἀρκαδίᾳ τὴν Εὐρυσϑέως ἀδελφὴν Ἀλκυόνην βιαζόμενος ἀνῃρέϑη. ἐφ᾽ ᾧ συνέβη ϑαυμασϑῆναι τὸν Ἡρακλέα διαφερόντως: τὸν μὲν γὰρ ἐχϑρὸν κατ᾽ ἰδίαν ἐμίσησε, τὴν δ᾽ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν. ἴδιον δέ τι συνέβη καὶ περὶ τὸν Ἡρακλέους φίλον τὸν ὀνομαζόμενον Φόλον. οὗτος γὰρ διὰ τὴν συγγένειαν ϑάπτων τοὺς πεπτωκότας Κενταύρους, καὶ βέλος ἔκ τινος ἐξαιρῶν, ὑπὸ τῆς ἀκίδος ἐπλήγη, καὶ τὸ τραῦμα ἔχων ἀνίατον ἐτελεύτησεν. ὃν Ἡρακλῆς μεγαλοπρεπῶς ϑάψας ὑπὸ τὸ ὄρος ἔϑηκεν, ὃ στήλης ἐνδόξου γέγονε κρεῖττον: Φολόη γὰρ ὀνομαζόμενον διὰ τῆς ἐπωνυμίας μηνύει τὸν ταφέντα καὶ οὐ δι᾽ ἐπιγραφῆς. ὁμοίως δὲ καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ ϑαυμαζόμενον ἀκουσίως τόξου βολῇ διέ- 2 δυεῖν D 6 τοὺς] τοῖς vulg. 12 ὅμαλος D 13 βιασάμενος vulg. 14 ϑαυμ. συνέβη vulg. 16 ὑπελαμβάνετο Hertlein 17 καὶ om. vulg. 20 ἐξαίρων codices 21 ὃν Ἡρ.] ὁ δ᾽ Ἡρ. αὐτὸν D 22 ἔϑαψεν II ἔϑηκεν om. II 23 Φολὸν D 24 ὁμωνυμίας II μηνύειν DF.