Textus Originalis

416 DIODORI SICULI

416 DIODORI SICULI

φϑειρε. καὶ περὶ μὲν τῶν Κενταύρων ἱκανῶς ἡμῖν εἰρήσϑω. Μετὰ δὲ ταῦτ᾽ ἔλαβε πρόσταγμα τὴν χρυσόκερων μὲν οὖσαν ἔλαφον, τάχει δὲ διαφέρουσαν, ἀγαγεῖν. τοῦτον δὲ τὸν ἆϑλον συντελῶν τὴν ἐπίνοιαν ἔσχεν οὐκ ἀχρηστοτέραν τῆς κατὰ τὸ σῶμα ῥώμης. οἱ μὲν γάρ φασιν αὐτὴν ἄρκυσιν ἑλεῖν, οἱ δὲ διὰ τῆς στιβείας χειρώσασϑαι καϑεύδουσαν, τινὲς δὲ συνεχεῖ διωγμῷ καταπονῆσαι: πλὴν ἄνευ βίας καὶ κινδύνων διὰ τῆς κατὰ τὴν ψυχὴν ἀγχινοίας τὸν ἆϑλον τοῦτον κατειργάσατο. Ὁ δ᾽ Ἡρακλῆς πρόσταγμα λαβὼν τὰς ἐκ τῆς Στυμφαλίδος λίμνης ὄρνιϑας ἐξελάσαι, τέχνῃ καὶ ἐπινοίᾳ ῥᾳδίως συνετέλεσε τὸν ἆϑλον. ἐπεπόλασε γάρ, ὡς ἔοικεν, ὀρνίϑων πλῆϑος ἀμύϑητον, καὶ τοὺς ἐν τῇ πλησίον χώρᾳ καρποὺς ἐλυμαίνετο. βίᾳ μὲν οὖν ἀδύνατον ἦν χειρώσασϑαι τὰ ζῷα διὰ τὴν ὑπερβολὴν τοῦ πλήϑους, φιλοτέχνου δ᾽ ἐπινοίας ἡ πρᾶξις προσεδεῖτο. διόπερ κατασκευάσας χαλκῆν πλαταγήν, καὶ διὰ ταύτης ἐξαίσιον κατασκευάζων ψόφον, ἐξεφόβει τὰ ζῷα, καὶ πέρας τῇ συνεχείᾳ τοῦ κρότου ῥᾳδίως ἐκπολιορκήσας καϑαρὰν ἐποίησε τὴν λίμνην. Τελέσας δὲ καὶ τοῦτον τὸν ἆϑλον ἔλαβε παρ᾽ Εὐρυσϑέως πρόσταγμα τὴν αὐλὴν τὴν Αὐγέου καϑᾶραι μηδενὸς βοηϑοῦντος: αὕτη δ᾽ ἐκ πολλῶν χρόνων ἠϑροισμένην κόπρον εἶχεν ἄπλατον, ἣν 5 τὴν om. vulg. 6 κατὰ τὸ σῶμα] τοῦ σώματος D 8 στιβίας D, στειβίας CF 22 ἐκπολεμήσας CF 25 τὴν Α.] τοῦ Α. vulg. 27 χρόνων] ἐτῶν II ἄπλετον II