Textus Originalis
IV 13. 14. 417
ὕβρεως ἕνεκεν Εὐρυσϑεὺς προσέταξε καϑᾶραι. ὁ δ᾽ Ἡρακλῆς τὸ μὲν τοῖς ὤμοις ἐξενεγκεῖν ταύτην ἀπεδοκίμασεν, ἐκκλίνων τὴν ἐκ τῆς ὕβρεως αἰσχύνην: ἐπαγαγὼν δὲ τὸν Ἀλφειὸν καλούμενον ποταμὸν ἐπὶ τὴν αὐλήν, καὶ διὰ τοῦ ῥεύματος ἐκκαϑάρας αὐτήν, χωρὶς ὕβρεως συνετέλεσε τὸν ἆϑλον ἐν ἡμέρᾳ μιᾷ. διὸ καὶ ϑαυμάσαι τις ἂν τὴν ἐπίνοιαν: τὸ γὰρ ὑπερήφανον τοῦ προστάγματος χωρὶς αἰσχύνης ἐπετέλεσεν, οὐδὲν ὑπομείνας ἀνάξιον τῆς ἀϑανασίας. Μετὰ δὲ ταῦτα λαβὼν ἆϑλον τὸν ἐκ Κρήτης ταῦρον ἀγαγεῖν, οὗ Πασιφάην ἐρασϑῆναί φασι, πλεύσας εἰς τὴν νῆσον, καὶ Μίνω τὸν βασιλέα συνεργὸν λαβών, ἤγαγεν αὐτὸν εἰς Πελοπόννησον, τὸ τηλικοῦτον πέλαγος ἐπ᾽ αὐτῷ ναυστοληϑείς. Τελέσας δὲ τοῦτον τὸν ἆϑλον τὸν Ὀλυμπικὸν ἀγῶνα συνεστήσατο, κάλλιστον τῶν τόπων πρὸς τηλικαύτην πανήγυριν προκρίνας τὸ παρὰ τὸν Ἀλφειὸν ποταμὸν πεδίον, ἐν ᾧ τὸν ἀγῶνα τοῦτον τῷ Διὶ τῷ πατρίῳ καϑιέρωσε. στεφανίτην δ᾽ αὐτὸν ἐποίησεν, ὅτι καὶ αὐτὸς εὐηργέτησε τὸ γένος τῶν ἀνϑρώπων οὐδένα λαβὼν μισϑόν. τὰ δ᾽ ἀϑλήματα πάντα αὐτὸς ἀδηρίτως ἐνίκησε, μηδενὸς τολμήσαντος αὐτῷ συγκριϑῆναι διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς, καίπερ τῶν ἀϑλημάτων ἐναντίων ἀλλήλοις ὄντων: τὸν γὰρ πύκτην ἢ παγκρατιαστὴν τοῦ σταδιέως δύσκολον περιγενέσϑαι, καὶ πάλιν τὸν ἐν τοῖς κούφοις ἀϑλήμασι πρωτεύοντα καταγωνίσασϑαι τοὺς ἐν 4 Ἀλφειὸν] Πηνειὸν II 7 ἄν τις vulg. 18 αὐτὸν om. II 14 αὐτὸν CF 20 ἐποίησεν] κατεσκεύασεν vulg. 27 καταγωνίσασϑαι del. edit.