Textus Originalis

I 26. 27. 43

I 26. 27. 43

προικὸς συγγραφῇ προσομολογούντων τῶν γαμούντων ἅπαντα πειϑαρχήσειν τῇ γαμουμένῃ. Οὐκ ἀγνοῶ δὲ διότι τινὲς τῶν συγγραφέων ἀποφαίνονται τοὺς τάφους τῶν ϑεῶν τούτων ὑπάρχειν ἐν Νύσῃ τῆς Ἀραβίας, ἀφ᾽ ἧς καὶ Νυσαῖον τὸν Διόνυσον ὠνομάσϑαι. εἶναι δὲ καὶ στήλην ἑκατέρου τῶν ϑεῶν ἐπιγεγραμμένην τοῖς ἱεροῖς γράμμασιν. ἐπὶ μὲν οὖν τῆς Ἴσιδος ἐπιγεγράφϑαι , Ἐγὼ Ἶσίς εἰμι ἡ βασίλισσα πάσης χώρας, ἡ παιδευϑεῖσα ὑπὸ Ἑρμοῦ, καὶ ὅσα ἐγὼ ἐνομοϑέτησα, οὐδεὶς αὐτὰ δύναται λῦσαι. ἐγώ εἰμι ἡ τοῦ νεωτάτου Κρόνου ϑεοῦ ϑυγάτηρ πρεσβυτάτη: ἐγώ εἰμι γυνὴ καὶ ἀδελφὴ Ὀσίριδος βασιλέως: ἐγώ εἰμι ἡ πρώτη καρπὸν ἀνϑρώποις εὑροῦσα: ἐγώ εἰμι μήτηρ Ὥρου τοῦ βασιλέως: ἐγώ εἰμι ἡ ἐν τῷ ἄστρῳ τῷ ἐν τῷ κυνὶ ἐπιτέλλουσα: 2 γαμουμένῃ] ταφῆναι δὲ λέγουσι τὴν Ἶσιν ἐν Μέμφει, καϑ᾽ ἣν μέχρι τοῦ νῦν δείκνυσϑαι τὸν σηκὸν, ἐν τῷ τεμένει τοῦ Ἡφαίστου: ἔνιοι δὲ φασὶ τὰ σώματα τῶν ϑεῶν τούτων [add. ABDEN] ἐπὶ τῶν ὅρων κεῖσϑαι τῆς Αἰϑιοπίας καὶ τῆς Αἰγύπτου κατὰ τὴν ἐν τῷ Νείλῳ νῆσον [add. BD; κεῖσϑαι κατὰ τὴν ἐν Φίλαις τοῦ Νείλου νῆσον, ὥσπερ προείρηταί μοι add. AEN] τὴν κειμένην μὲν ἐπὶ ταῖς καλουμέναις Φίλαις, ἔχουσαν δὲ τὸ προσαγορευόμενον ἀπὸ τοῦ συμβεβηκότος ἱερὸν πεδίον: σημεῖον δὲ τούτου δεικνύουσιν ἐν τῇ νήσῳ ταύτῃ διαμένοντα τόν τε τάφον κατεσκευασμένον Ὀσίριδι, κοινῇ τιμώμενον ὑπὸ τῶν κατ᾽ Αἴγυπτον ἱερέων: καὶ φασὶ περὶ τοῦτον κειμένας χοὰς ἑξήκοντα καὶ τ΄ ταύτας γὰρ καϑ᾽ ἑκάστην ἡμέραν γάλακτος πληροῦν τοὺς πρὸς τούτοις ταχϑέντας ἱερεῖς, καὶ ϑρηνεῖν ἀνακαλουμένους τὰ τῶν ϑεῶν ὀνόματα: διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὴν νῆσον ἄβατον εἶναι πλὴν τοῖς ἱερεῦσι καὶ πάντας τοὺς τὴν Θηβαΐδα κατοικοῦντας, ἥπερ ἐστὶν ἀρχαιοτάτη τῆς Αἰγύπτου, μέγιστον ὅρκον κρίνειν, ὅταν τις Ὄσιριν τὸν ἐν Φίλαις κείμενον ὀμόσῃ add. BD; c. 22, 2—6 10 αὐτὰ om. CF 15 ἡ om. D τὰ ἐν τῷ κυνὶ CD, τῷ κυνὶ F, del. Dind.