Textus Originalis

44 DIODORI SICULI

44 DIODORI SICULI

ἐμοὶ Βούβαστος ἡ πόλις ὠκοδομήϑη. χαῖρε χαῖρε Αἴγυπτε ἡ ϑρέψασά με. ἐπὶ δὲ τῆς Ὀσίριδος ἐπιγεγράφϑαι λέγεται Πατὴρ μέν ἐστί μοι Κρόνος νεώτατος ϑεῶν ἁπάντων, εἰμὶ δὲ Ὄσιρις ὁ βασιλεύς, ὁ στρατεύσας ἐπὶ πᾶσαν χώραν ἕως εἰς τοὺς ἀοικήτους τόπους τῶν Ἰνδῶν καὶ τοὺς πρὸς ἄρκτον κεκλιμένους, μέχρι Ἴστρου ποταμοῦ πηγῶν, καὶ πάλιν ἐπὶ τἄλλα μέρη ἕως ὠκεανοῦ. εἰμὶ δὲ υἱὸς Κρόνου πρεσβύτατος, καὶ βλαστὸς ἐκ καλοῦ τε καὶ εὐγενοῦς ὠοῦ σπέρμα συγγενὲς ἐγεννήϑην ἡμέρας. καὶ οὐκ ἔστι τόπος τῆς οἰκουμένης εἰς ὃν ἐγὼ οὐκ ἀφῖγμαι, διαδοὺς πᾶσιν ὧν ἐγὼ εὑρετὴς ἐγενόμην.' τοσαῦτα τῶν γεγραμμένων ἐν ταῖς στήλαις φασὶ δύνασϑαι ἀναγνῶναι, τὰ δ᾽ ἄλλα ὄντα πλείω κατεφϑάρϑαι διὰ τὸν χρόνον. τὰ μὲν οὖν περὶ τῆς ταφῆς τῶν ϑεῶν τούτων διαφωνεῖται παρὰ τοῖς πλείστοις διὰ τὸ τοὺς ἱερεῖς ἐν ἀπορρήτοις παρειληφότας τὴν περὶ τούτων ἀκρίβειαν μὴ βούλεσϑαι τἀληϑὲς ἐκφέρειν εἰς τοὺς πολλούς, ὡς ἂν καὶ κινδύνων ἐπικειμένων τοῖς τἀπόρρητα περὶ τῶν ϑεῶν τούτων μηνύσασιν εἰς τοὺς ὄχλους. Οἱ δ᾽ οὖν Αἰγύπτιοί φασι καὶ μετὰ ταῦτα ἀποικίας πλείστας ἐξ Αἰγύπτου κατὰ πᾶσαν διασπαρῆναι τὴν οἰκουμένην. εἰς Βαβυλῶνα μὲν γὰρ ἀγαγεῖν ἀποίκους Βῆλον τὸν νομιζόμενον Ποσειδῶνος εἶναι καὶ Λιβύης: ὃν παρὰ τὸν Εὐφράτην ποταμὸν 2 τοῦ vulg. 4 πάντων D 6 εἰς om. D 9 βλαστὸς] βλάστον C 10 οὗ Wesseling, σίου C, ὦ σιόν G, σώου ceteri 12 εὑρετὴς Wesseling ('inventor' Poggius), εὐεργέτης codices.