Textus Originalis
IV 22. 23. 431
ὑπερφυῆ κάπρον χειρωσάμενον καὶ τῆς ϑεοῦ καταφρονήσαντα εἰπεῖν ὅτι τὴν κεφαλὴν τοῦ ϑηρίου ἑαυτῷ ἀνατίϑησι, καὶ τοῖς λόγοις ἀκολούϑως ἔκ τινος δένδρου κρεμάσαι ταύτην, αὐτὸν δέ, καυματώδους περιστάσεως οὔσης, κατὰ μεσημβρίαν εἰς ὕπνον τραπῆναι: καϑ᾽ ὃν δὴ χρόνον τοῦ δεσμοῦ λυϑέντος αὐτομάτως πεσεῖν τὴν κεφαλὴν ἐπὶ τὸν κοιμώμενον καὶ διαφϑεῖραι. ἀλλὰ γὰρ οὐκ ἄν τις ϑαυμάσειε τὸ γεγονός, ὅτι τῆς ϑεᾶς ταύτης πολλαὶ περιστάσεις μνημονεύονται περιέχουσαι τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν. τῷ δ᾽ Ἡρακλεῖ διὰ τὴν εὐσέβειαν τοὐναντίον συνέβη γενέσϑαι. καταντήσαντος γὰρ αὐτοῦ πρὸς τὰ μεϑόρια τῆς Ῥηγίνης καὶ Λοκρίδος, καὶ διὰ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον ἀναπαυομένου, φασὶν ὑπὸ τῶν τεττίγων αὐτὸν ἐνοχλούμενον εὔξασϑαι τοῖς ϑεοῖς ἀφανεῖς γενέσϑαι τοὺς ἐνοχλοῦντας αὐτόν: καὶ διὰ τοῦτο, τῶν ϑεῶν βεβαιωσάντων τὴν εὐχήν, μὴ μόνον κατὰ τὸ παρὸν ἀφανεῖς γενέσϑαι τούτους, ἀλλὰ καὶ κατὰ τὸν ὕστερον χρόνον ἅπαντα μηδένα τέττιγα φαίνεσϑαι κατὰ τὴν χώραν. Ὁ δ᾽ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν πορϑμὸν κατὰ τὸ στενώτατον τῆς ϑαλάττης τὰς μὲν βοῦς ἐπεραίωσεν εἰς τὴν Σικελίαν, αὐτὸς δὲ ταύρου κέρως λαβόμενος διενήξατο τὸν πόρον, ὄντος τοῦ διαστήματος σταδίων τριῶν καὶ δέκα, ὡς Τίμαιός φησι. μετὰ δὲ ταῦτα βουλόμενος ἐγκυκλωϑῆναι πᾶσαν 5 κατὰ] τὴν add. vulg. 13 ἐμποιούσης D 14 καὶ om. D 20 κατὰ τ. χ. ἅπαντα μηδένα τέττιγα vulg. D, δ᾽ οὖν vulg. 23 κατὰ] καὶ κατὰ CD, καὶ διὰ F.