Textus Originalis
432 DIODORI SICULI
Σικελίαν, ἐποιεῖτο τὴν πορείαν ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Ἔρυκα. διεξιόντος δ᾽ αὐτοῦ τὴν παράλιον τῆς νήσου, μυϑολογοῦσι τὰς Νύμφας ἀνεῖναι ϑερμὰ λουτρὰ πρὸς τὴν ἀνάπαυσιν τῆς κατὰ τὴν ὁδοιπορίαν αὐτῷ γενομένης κακοπαϑείας. τούτων δ᾽ ὄντων διττῶν, τὰ μὲν Ἱμεραῖα, τὰ δ᾽ Ἐγεσταῖα προσαγορεύεται, τὴν ὀνομασίαν ἔχοντα ταύτην ἀπὸ τῶν τόπων. τοῦ δ᾽ Ἡρακλέους πλησιάσαντος τοῖς κατὰ τὸν Ἔρυκα τόποις, προεκαλέσατο αὐτὸν Ἔρυξ εἰς πάλην, υἱὸς [μὲν] ὢν Ἀφροδίτης καὶ Βούτα τοῦ τότε βασιλεύοντος τῶν τόπων. γενομένης δὲ τῆς φιλοτιμίας μετὰ προστίμου, καὶ τοῦ μὲν Ἔρυκος διδόντος τὴν χώραν, τοῦ δ᾽ Ἡρακλέους τὰς βοῦς, τὸ μὲν πρῶτον ἀγανακτεῖν τὸν Ἔρυκα, διότι πολὺ λείπονται τῆς ἀξίας αἱ βόες, συγκρινομένης τῆς χώρας πρὸς αὐτάς: πρὸς ταῦτα δὲ τοῦ Ἡρακλέους ἀποφαινομένου διότι, ταύτας ἂν ἀποβάλῃ, στερήσεται τῆς ἀϑανασίας, εὐδοκήσας ὁ Ἔρυξ τῇ συνϑήκῃ καὶ παλαίσας ἐλείφϑη καὶ τὴν χώραν ἀπέβαλεν. ὁ δ᾽ Ἡρακλῆς τὴν μὲν χώραν παρέϑετο τοῖς ἐγχωρίοις, συγχωρήσας αὐτοῖς λαμβάνειν τοὺς καρπούς, μέχρι ἄν τις τῶν ἐκγόνων αὐτοῦ παραγενόμενος ἀπαιτήσῃ: ὅπερ καὶ συνέβη γενέσϑαι. πολλαῖς γὰρ ὕστερον γενεαῖς Δωριεὺς ὁ Λακεδαιμόνιος καταντήσας εἰς τὴν Σικελίαν καὶ τὴν χώραν ἀπολαβὼν ἔκτισε πόλιν Ἡράκλειαν. ταχὺ δ᾽ αὐτῆς αὐξομένης, οἱ Καρχηδόνιοι φϑονήσαντες ἅμα καὶ φοβη- 1 τῆς om. vulg 5 γενομένης αὐτῷ vulg. 10 μὲν del. Bekker 14 φησὶ] μὲν οὖν D 17 ἂν ταύτας vulg. 28 καὶ om. D 28 εἰς τὴν] εἰς F.