Textus Originalis
IV 23. 24. 433
ϑέντες μήποτε πλέον ἰσχύσασα τῆς Καρχηδόνος ἀφέληται τῶν Φοινίκων τὴν ἡγεμονίαν, στρατεύσαντες ἐπ᾽ αὐτὴν μεγάλαις δυνάμεσι καὶ κατὰ κράτος ἑλόντες κατέσκαψαν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. τότε δ᾽ ὁ Ἡρακλῆς ἐγκυκλούμενος τὴν Σικελίαν, καταντήσας εἰς τὴν νῦν οὖσαν τῶν Συρακοσίων πόλιν καὶ πυϑόμενος τὰ μυϑολογούμενα κατὰ τὴν τῆς Κόρης ἁρπαγήν, ἔϑυσέ τε ταῖς ϑεαῖς μεγαλοπρεπῶς καὶ εἰς τὴν Κυάνην τὸν καλλιστεύοντα τῶν ταύρων καϑαγίσας κατέδειξε ϑύειν τοὺς ἐγχωρίους κατ᾽ ἐνιαυτὸν τῇ Κόρῃ καὶ πρὸς τῇ Κυάνῃ λαμπρῶς ἄγειν πανήγυρίν τε καὶ ϑυσίαν. αὐτὸς δὲ μετὰ τῶν βοῶν διὰ τῆς μεσογείου διεξιών, καὶ τῶν ἐγχωρίων Σικανῶν μεγάλαις δυνάμεσιν ἀντιταξαμένων, ἐνίκησεν ἐπιφανεῖ παρατάξει καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς μυϑολογοῦσί τινες καὶ στρατηγοὺς ἐπιφανεῖς γεγενῆσϑαι τοὺς μέχρι τοῦ νῦν ἡρωικῆς τιμῆς τυγχάνοντας, Λεύκασπιν καὶ Πεδιακράτην καὶ Βουφόναν καὶ Γλυχάταν, ἔτι δὲ Βυταίαν καὶ Κρυτίδαν. Μετὰ δὲ ταῦτα διελϑὼν τὸ Λεοντῖνον πεδίον, τὸ μὲν κάλλος τῆς χώρας ἐϑαύμασε, πρὸς δὲ τοὺς τιμῶντας αὐτὸν οἰκείως διατιϑέμενος ἀπέλιπε παρ᾽ αὐτοῖς ἀϑάνατα μνημεῖα τῆς ἑαυτοῦ παρουσίας. ἴδιον δέ τι συνέβη γενέσϑαι περὶ τὴν πόλιν τῶν Ἀγυριναίων. ἐν ταύτῃ γὰρ τιμηϑεὶς ἐπ᾽ ἴσης τοῖς 9 ἔϑυσέ] εὐϑὺς ἔϑυσε vulg. 11 καϑαγιάσας D 20 Γαυχάταν C Κυγαῖον F, Βαγγαῖον C 21 Κρυτιδᾶν vulg. 24 διαϑέμενος II 26 ἴδιον δὲ] ὧν ἴδιον vulg. 27 ἀγυρειναίων D.