Textus Originalis
434 DIODORI SICULI
Ὀλυμπίοις ϑεοῖς πανηγύρεσι καὶ ϑυσίαις λαμπραῖς, καίπερ κατὰ τοὺς ἔμπροσϑεν χρόνους οὐδεμίαν ϑυσίαν προσδεχόμενος, τότε πρώτως συνευδόκησε, τοῦ δαιμονίου τὴν ἀϑανασίαν αὐτῷ προσημαίνοντος. ὁδοῦ γὰρ οὔσης οὐκ ἄπωϑεν τῆς πόλεως πετρώδους, αἱ βόες τὰ ἴχνη καϑάπερ ἐπὶ κηροῦ τινος ἀπετυποῦντο. ὁμοίως δὲ καὶ αὐτῷ τῷ Ἡρακλεῖ τούτου συμβαίνοντος, καὶ τοῦ ἄϑλου δεκάτου τελουμένου, νομίσας ἤδη τι λαμβάνειν τῆς ἀϑανασίας, προσεδέχετο τὰς τελουμένας ὑπὸ τῶν ἐγχωρίων κατ᾽ ἐνιαυτὸν ϑυσίας. διόπερ τοῖς εὐδοκουμένοις τὰς χάριτας ἀποδιδούς, πρὸ μὲν τῆς πόλεως κατεσκεύασε λίμνην, ἔχουσαν τὸν περίβολον σταδίων τεττάρων, ἣν ἐπώνυμον αὐτῷ καλεῖσϑαι προσέταξεν: ὡσαύτως δὲ καὶ τῶν βοῶν τοῖς ἀποτυπωϑεῖσιν ἴχνεσι τὴν ἐφ᾽ ἑαυτοῦ προσηγορίαν ἐπιϑείς, τέμενος κατεσκεύασεν ἥρωι Γηρυόνῃ, ὃ μέχρι τοῦ νῦν τιμᾶται παρὰ τοῖς ἐγχωρίοις. Ἰολάου τε τοῦ ἀδελφιδοῦ συστρατεύοντος τέμενος ἀξιόλογον ἐποίησε, καὶ τιμὰς καὶ ϑυσίας κατέδειξεν αὐτῷ γίνεσϑαι κατ᾽ ἐνιαυτὸν τὰς μέχρι τοῦ νῦν τηρουμένας: πάντες γὰρ οἱ κατὰ ταύτην τὴν πόλιν οἰκοῦντες ἐκ γενετῆς τὰς κόμας [ἱερὰς] Ἰολάῳ τρέφουσι, μέχρι ἂν ὅτου ϑυσίαις μεγαλοπρεπέσι καλλιερήσαντες τὸν ϑεὸν ἵλεων κατασκευάσωσι. τοσαύτη δ᾽ ἐστὶν ἁγνεία καὶ σεμνότης περὶ τὸ τέμενος ὥστε τοὺς μὴ τελοῦντας τὰς εἰϑισ- 2 καίπερ] καὶ CD 7 τῷ om. CF. 11 εὐδοκιμουμένοις libri, corr. Dind. 16 ἀφ᾽ vulg. κατεσκεύασεν] καϑιέρωσεν II 17 ὃ — ἐγχωρίοις om. FM 23 ἱερὰς om. D 24 ἵλεω D, ἱόλαον II.