Textus Originalis

IV 24. 26. 435

IV 24. 26. 435

μένας ϑυσίας παῖδας ἀφώνους γίνεσϑαι καὶ τοῖς τετελευτηκόσιν ὁμοίους. ἀλλ᾽ οὗτοι μέν, ὅταν εὔξηταί τις ἀποδώσειν τὴν ϑυσίαν καὶ ἐνέχυρον τῆς ϑυσίας ἀναδείξῃ τῷ ϑεῷ, παραχρῆμα ἀποκαϑίστασϑαί φασι τοὺς τῇ προειρημένῃ νόσῳ κατεχομένους. οἱ δ᾽ οὖν ἐγχώριοι τούτοις ἀκολούϑως τὴν μὲν πύλην, πρὸς ᾗ τὰς ἀπαντήσεις καὶ ϑυσίας τῷ ϑεῷ παρέστησαν, Ἡρακλείαν προσηγόρευσαν, ἀγῶνα δὲ γυμνικὸν καὶ ἱππικὸν καϑ᾽ ἕκαστον ἔτος μετὰ πάσης προϑυμίας ποιοῦσι. πανδήμου δὲ τῆς ἀποδοχῆς ἐλευϑέρων τε καὶ δούλων γινομένης, κατέδειξαν καὶ τοὺς οἰκέτας ἰδίᾳ τιμῶντας τὸν ϑεὸν ϑιάσους τε συνάγειν καὶ συνιόντας εὐωχίας τε καὶ ϑυσίας τῷ ϑεῷ συντελεῖν. Ὁ δ᾽ Ἡρακλῆς μετὰ τῶν βοῶν περαιωϑεὶς εἰς τὴν Ἰταλίαν προῆγε διὰ τῆς παραλίας, καὶ Λακίνιον μὲν κλέπτοντα τῶν βοῶν ἀνεῖλε, Κρότωνα δὲ ἀκουσίως ἀποκτείνας ἔϑαψε μεγαλοπρεπῶς καὶ τάφον αὐτοῦ κατεσκεύασε: προεῖπε δὲ καὶ τοῖς ἐγχωρίοις ὅτι [καὶ] κατὰ τοὺς ὕστερον χρόνους ἔσται πόλις ἐπίσημος ὁμώνυμος τῷ τετελευτηκότι. αὐτὸς δ᾽ ἐγκυκλωϑεὶς τὸν Ἀδρίαν καὶ πεζῇ περιελϑὼν τὸν προειρημένον κόλπον κατήντησεν εἰς τὴν Ἤπειρον, ἐξ ἧς πορευϑεὶς εἰς τὴν Πελοπόννησον, καὶ τετελεκὼς τὸν δέκατον ἆϑλον, ἔλαβε πρόσταγμα παρ᾽ Εὐρυσϑέως τὸν ἐξ ᾅδου Κέρβερον πρὸς τὸ φῶς ἀγαγεῖν. πρὸς δὲ τοῦτον τὸν ἆϑλον ὑπολαβὼν συνοίσειν αὑτῷ, παρῆλϑεν εἰς τὰς Ἀϑήνας καὶ μετέσχε τῶν 5 φασι om. II 19 δὲ καὶ] δὲ vulg. 20 καὶ delevi 21 δὲ κυκλωϑεὶς vulg. 23 ἐξ ἧς] ἑξῆς δὲ D.