Textus Originalis

436 DIODORI SICULI

436 DIODORI SICULI

ἐν Ἐλευσῖνι μυστηρίων, Μουσαίου τοῦ Ὀρφέως υἱοῦ τότε προεστηκότος τῆς τελετῆς. Ἐπεὶ δ᾽ Ὀρφέως ἐμνήσθημεν, οὐκ ἀνοίκειόν ἐστι παρεκβάντας βραχέα περὶ αὐτοῦ διελθεῖν. οὗτος γὰρ ἦν υἱὸς μὲν Οἰάγρου, Θρᾷξ δὲ τὸ γένος, παι- δείᾳ δὲ καὶ μελῳδίᾳ καὶ ποιήσει πολὺ προέχων τῶν μνημονευομένων· καὶ γὰρ ποίημα συνετάξατο θαυμαζόμενον καὶ τῇ κατὰ τὴν ᾠδὴν εὐμελείᾳ δια- φέρον. ἐπὶ τοσοῦτο δὲ προέβη τῇ δόξῃ ὥστε δοκεῖν τῇ μελῳδίᾳ θέλγειν τά τε θηρία καὶ τὰ δένδρα. περὶ δὲ παιδείαν ἀσχοληθεὶς καὶ τὰ περὶ τῆς θεο- λογίας μυθολογούμενα μαθών, ἀπεδήμησε μὲν εἰς Αἴγυπτον, κἀκεῖ πολλὰ προσεπιμαθὼν μέγιστος ἐγένετο τῶν Ἑλλήνων ἔν τε ταῖς θεολογίαις καὶ ταῖς τελεταῖς καὶ ποιήμασι καὶ μελῳδίαις. συνε- στρατεύσατο δὲ καὶ τοῖς Ἀργοναύταις, καὶ διὰ τὸν ἔρωτα τὸν πρὸς τὴν γυναῖκα καταβῆναι μὲν εἰς ᾅδου παραδόξως ἐτόλμησε, τὴν δὲ Φερσεφόνην διὰ τῆς εὐμελείας ψυχαγωγήσας ἔπεισε συνεργῆσαι ταῖς ἐπιθυμίαις καὶ συγχωρῆσαι τὴν γυναῖκα αὐτοῦ τετε- λευτηκυῖαν ἀναγαγεῖν ἐξ ᾅδου παραπλησίως τῷ Διονύσῳ· καὶ γὰρ ἐκεῖνον μυθολογοῦσιν ἀναγαγεῖν τὴν μητέρα Σεμέλην ἐξ ᾅδου, καὶ μεταδόντα τῆς ἀθανασίας Θυώνην μετονομάσαι. ἡμεῖς δ᾽ ἐπεὶ περὶ Ὀρφέως διεληλύθαμεν, μεταβησόμεθα πάλιν ἐπὶ τὸν Ἡρακλέα. Οὗτος γὰρ κατὰ τοὺς παραδεδομένους μύθους καταβὰς εἰς τοὺς καθ᾽ ᾅδου τόπους, καὶ προσδε- 8 τῇ add. Dind. 15 τελεταῖς κ. τ. θεολογίαις vulg. 19 ἐμμελείας CF.