Textus Originalis
IV 25. 26. 27. 437
χθεὶς ὑπὸ τῆς Φερσεφόνης ὡς ἂν ἀδελφός, Θησέα μὲν ἀνήγαγεν ἐκ δεσμῶν μετὰ Πειρίθου, χαρισα- μένης τῆς Κόρης, τὸν δὲ κύνα παραλαβὼν δεδε- μένον παραδόξως ἀπήγαγε καὶ φανερὸν κατέστησεν ἀνθρώποις. τελευταῖον δ᾽ ἆθλον λαβὼν ἐνεγκεῖν τὰ τῶν Ἑσπερίδων χρυσᾶ μῆλα, πάλιν ἔπλευσεν εἰς τὴν Λιβύην. περὶ δὲ τῶν μήλων τούτων δια- φωνήκασιν οἱ μυθογράφοι, καὶ τινὲς μέν φασιν ἔν τισι κήποις τῶν Ἑσπερίδων ὑπάρχειν κατὰ τὴν Λι- βύην μῆλα χρυσᾶ, τηρούμενα συνεχῶς ὑπὸ τινος δράκοντος φοβερωτάτου, τινὲς δὲ λέγουσι ποίμνας προβάτων κάλλει διαφερούσας κεκτῆσθαι τὰς Ἑσπε- ρίδας, χρυσᾶ δὲ μῆλα ἀπὸ τοῦ κάλλους ὠνομάσθαι ποιητικῶς, ὥσπερ καὶ τὴν Ἀφροδίτην χρυσῆν κα- λεῖσθαι διὰ τὴν εὐπρέπειαν. ἔνιοι δὲ λέγουσιν ὅτι τὰ πρόβατα τὴν χρόαν ἰδιάζουσαν ἔχοντα καὶ παρό- μοιον χρυσῷ τετευχέναι ταύτης τῆς προσηγορίας, Δράκοντα δὲ τῶν ποιμνῶν ἐπιμελητὴν καθεστα- μένον, καὶ ῥώμῃ σώματος καὶ ἀλκῇ διαφέροντα, τηρεῖν τὰ πρόβατα καὶ λῃστεύειν αὐτὰ τολ- μῶντας ἀποκτείνειν. ἀλλὰ περὶ μὲν τούτων ἐξέσται διαλαμβάνειν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ. ὁ δ᾽ Ἡρακλῆς τὸν φύλακα τῶν μήλων ἀνελών, καὶ ταῦτα ἀποκομίσας πρὸς Εὐρυσθέα, καὶ τοὺς ἄθλους ἀπο- τετελεκώς, προσεδέχετο τῆς ἀθανασίας τεύξεσθαι, καθάπερ ὁ Ἀπόλλων ἔχρησεν. Ἡμῖν δ᾽ οὐ παραλειπτέον τὰ περὶ Ἄτλαντος μυ- 4 ἀπήγαγεν D, ἀνήγαγε II 15 ὅτι del. Dind. 16 τὰ om. vulg. 18 ποιμνίων vulg. 24 ἐπιτετελεκὼς II 26 ὁ om. CF.