Textus Originalis

438 DIODORI SICULI

438 DIODORI SICULI

θολογούμενα καὶ τὰ περὶ τοῦ γένους τῶν Ἑσπερί- δων. κατὰ γὰρ τὴν Ἑσπερῖτιν ὀνομαζομένην χώραν φασὶν ἀδελφοὺς δύο γενέσθαι δόξῃ διωνομασμέ- νους, Ἕσπερον καὶ Ἄτλαντα. τούτους δὲ κεκτῆσθαι πρόβατα τῷ μὲν κάλλει διάφορα, τῇ δὲ χρόᾳ ξανθὰ καὶ χρυσοειδῆ· ἀφ᾽ ἧς αἰτίας τοὺς ποιητὰς τὰ πρό- βατα μῆλα καλοῦντας ὀνομάσαι χρυσᾶ μῆλα. τὸν μὲν οὖν Ἕσπερον θυγατέρα γεννῆσαι τὴν ὀνο- μαζομένην Ἑσπερίδα, συνοικίσαι τἀδελφῷ, ἀφ᾽ ἧς τὴν χώραν Ἑσπερῖτιν ὀνομασθῆναι· τὸν δ᾽ Ἄτλαντα ἐκ ταύτης ἑπτὰ γεννῆσαι θυγατέρας, ἃς ἀπὸ μὲν τοῦ πατρὸς Ἀτλαντίδας, ἀπὸ δὲ τῆς μητρὸς Ἑσπε- ρίδας ὀνομασθῆναι. τούτων δὲ τῶν Ἀτλαντίδων κάλκει καὶ σωφροσύνῃ διαφερουσῶν, λέγουσι Βού- σιριν τὸν βασιλέα τῶν Αἰγυπτίων ἐπιθυμῆσαι τῶν παρθένων ἐγκρατῆ γενέσθαι· διὸ καὶ λῃστὰς [ἐπ᾽ αὐτάς] κατὰ θάλατταν ἀποστείλαντα διακελεύσασθαι τὰς κόρας ἁρπάσαι καὶ κομίσαι πρὸς ἑαυτόν. κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸν Ἡρακλέα τελοῦντα τὸν ὕστατον ἆθλον Ἀνταῖον μὲν ἀνελεῖν ἐν τῇ Λιβύῃ τὸν συναναγκάζοντα τοὺς ξένους διαπαλαί- ειν, Βούσιριν δὲ κατὰ τὴν Αἴγυπτον τῷ Διὶ [καλ- λιερεῖν] σφαγιάζοντα τοὺς παρεπιδημοῦντας ξένους τῆς προσηκούσης τιμωρίας καταξιῶσαι. μετὰ δὲ ταῦτα ἀνὰ τὸν Νεῖλον πλεύσαντα εἰς τὴν Αἰθιο- πίαν τὸν βασιλεύοντα τῶν Αἰθιόπων Ἠμαθίωνα 2 ἑσπερίτην D 5 διάφορα] παράδοξα II 9 εὐεσπε- ρίδα D 10 εὐεσπερίτην D (c. 56, 6) 16 ἐπ᾽ αὐτάς om. D 19 τὸν Ἡρ.] Ἡρ. vulg. 20 ὕστερον vulg. 21 τὸν om. vulg. 22 τῷ] ἐπὶ τῷ Reiske καλλιερεῖν del. Dind. 24 ἀξιώσαι II.