Textus Originalis
IV 27. 28. 439
κατάρχοντα μάχης ἀποκτεῖναι, τὸ δ᾽ ὕστατον ἐπάν- ελθεῖν πάλιν ἐπὶ τὸν ἆθλον. τοὺς δὲ λῃστὰς ἐν κήπῳ τινὶ παιζούσας τὰς κόρας συναρπάσαι, καὶ ταχὺ φυγόντας εἰς τὰς ναῦς ἀποπλεῖν. τούτοις δ᾽ ἐπί τινος ἀκτῆς δειπνοποιουμένοις ἐπιστάντα τὸν Ἡρακλέα, καὶ παρὰ τῶν παρθένων μαθόντα τὸ συμβεβηκός, τοὺς μὲν λῃστὰς ἅπαντας ἀποκτεῖναι, τὰς δὲ κόρας ἀποκομίσαι πρὸς Ἄτλαντα πατέρα· ἀνθ᾽ ὧν τὸν Ἄτλαντα χάριν τῆς εὐεργεσίας ἀπο- διδόντα μὴ μόνον δοῦναι τὰ πρὸς τὸν ἆθλον καθή- κοντα προθύμως, ἀλλὰ καὶ τὰ κατὰ τὴν ἀστρολογίαν ἀφθόνως διδάξαι. περιττότερον γὰρ αὐτὸν τὰ κατὰ τὴν ἀστρολογίαν ἐκπεπονηκότα καὶ τὴν τῶν ἄστρων σφαῖραν φιλοτέχνως εὑρόντα ἔχειν ὑπόληψιν ὡς τὸν κόσμον ὅλον ἐπὶ τῶν ὤμων φοροῦντα. παραπλη- σίως δὲ καὶ τοῦ Ἡρακλέους ἐξενέγκαντος εἰς τοὺς Ἕλληνας τὸν σφαιρικὸν λόγον, δόξης μεγάλης τυχεῖν, ὡς διαδεδεγμένον τὸν Ἄτλαντος κόσμον, αἰνιττο- μένων τῶν ἀνθρώπων τὸ γεγονός. Τοῦ δ᾽ Ἡρακλέους περὶ ταῦτ᾽ ὄντος φασὶ τὰς ὑπολειφθείσας Ἀμαζόνας περὶ τὸν Θερμώδοντα πο- ταμὸν ἀθροισθείσας πανδημεὶ σπεῦσαι τοὺς Ἕλ- ληνας ἀμύνασθαι περὶ ὧν Ἡρακλῆς στρατεύσας διειργάσατο. διαφορώτατα δὲ τοῖς Ἀθηναίοις ἐφι- λοτιμοῦντο διὰ τὸ τὸν Θησέα καταδεδουλῶσθαι τὴν ἡγεμόνα τῶν Ἀμαζόνων Ἀντιόπην, ὡς δ᾽ ἔνιοι γρά- φουσιν, Ἱππολύτην. συστρατευσάντων δὲ τῶν Σκυ- 5 ἀκτῆς] αὐλῆς D 9 ἀποδιδόντα om. D 14 εὑρόντα Dind., ἔχοντα libri 15 φέροντα vulg. 18 Ἀτλάντιον F, Ἀτλάντειον C 25 τὸν om. CF δεδουλῶσθαι II.