Textus Originalis
440 DIODORI SICULI
θῶν ταῖς Ἀμαζόσι συνέβη δύναμιν ἀξιόλογον ἀθροι- σθῆναι, μεθ᾽ ἧς αἱ προηγούμεναι τῶν Ἀμαζονίδων περαιωθεῖσαι τὸν Κιμμέριον Βόσπορον προῆγον διὰ τῆς Θρᾴκης. τέλος δὲ πολλὴν τῆς Εὐρώπης ἐπελ- θοῦσαι κατήντησαν εἰς τὴν Ἀττικήν, καὶ κατεστρα- τοπέδευσαν ὅπου νῦν ἐστι τὸ καλούμενον ἀπ᾽ ἐκεί- νων Ἀμαζονεῖον. Θησεὺς δὲ πυθόμενος τὴν τῶν Ἀμαζόνων ἔφοδον ἐβοήθει ταῖς πολιτικαῖς δυνά- μεσιν, ἔχων μεθ᾽ ἑαυτοῦ τὴν Ἀμαζονίδα Ἀντιό- πην, ἐξ ἧς ἦν πεπαιδοποιημένος υἱὸν Ἱππόλυτον. συνάψας δὲ μάχην ταῖς Ἀμαζόσι, καὶ τῶν Ἀθηναίων ὑπερεχόντων ταῖς ἀνδραγαθίαις, ἐνίκησαν οἱ περὶ τὸν Θησέα, καὶ τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων ἃς μὲν κατέκοψαν, ἃς δ᾽ ἐκ τῆς Ἀττικῆς ἐξέβαλον. συνέβη δὲ καὶ τὴν Ἀντιόπην συναγωνισαμένην τἀνδρὶ Θησεῖ, καὶ κατὰ τὴν μάχην ἀριστεύουσαν, ἡρωικῶς καταστρέψαι τὸν βίον. αἱ δ᾽ ὑπολειφθεῖ- σαι τῶν Ἀμαζόνων ἀπογνοῦσαι τὴν πατρῴαν γῆν, ἐπανῆλθον μετὰ τῶν Σκυθῶν εἰς τὴν Σκυθίαν καὶ μετ᾽ ἐκείνων κατῴκησαν. ἡμεῖς δ᾽ ἀρκούντως περὶ τούτων διειληφότες ἐπάνιμεν πάλιν ἐπὶ τὰς Ἡρα- κλέους πράξεις. Τετελεκότος γὰρ αὐτοῦ τοὺς ἄθλους, καὶ τοῦ θεοῦ χρήσαντος συμφέρειν πρὸ τῆς εἰς θεοὺς μετ- αλλαγῆς ἀποικίαν εἰς Σαρδὼ πέμψαι καὶ τοὺς ἐκ τῶν Θεσπιάδων αὐτῷ γενομένους υἱοὺς ἡγεμόνας ποιῆσαι ταύτης, ἔκρινε τὸν ἀδελφιδοῦν Ἰόλαον ἐκ- 3 βόσφορον CF 9 τὴν om. D Ἀμαζόνα II 14 δ᾽ ἐκ D, δὲ vulg. 19 μετὰ τῶν Σκυθῶν post Σκυ- θίαν F, loco μετ᾽ ἐκείνων CEG.