Textus Originalis

I 27. 28. 45

I 27. 28. 45

καϑιδρυϑέντα τούς τε ἱερεῖς καταστήσασϑαι παραπλησίως τοῖς κατ᾽ Αἴγυπτον ἀτελεῖς καὶ πάσης λειτουργίας ἀπολελυμένους, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους, τάς τε παρατηρήσεις τῶν ἄστρων τούτους ποιεῖσϑαι, μιμουμένους τοὺς παρ᾽ Αἰγυπτίοις ἱερεῖς καὶ φυσικούς, ἔτι δὲ ἀστρολόγους. λέγουσι δὲ καὶ τοὺς περὶ τὸν Δαναὸν ὁρμηϑέντας ὁμοίως ἐκεῖϑεν συνοικίσαι τὴν ἀρχαιοτάτην σχεδὸν τῶν παρ᾽ Ἕλλησι πόλεων Ἄργος, τό τε τῶν Κόλχων ἔϑνος ἐν τῷ Πόντῳ καὶ τὸ τῶν Ἰουδαίων ἀνὰ μέσον Ἀραβίας καὶ Συρίας οἰκίσαι τινὰς ὁρμηϑέντας παρ᾽ ἑαυτῶν: διὸ καὶ παρὰ τοῖς γένεσι τούτοις ἐκ παλαιοῦ παραδεδόσϑαι τὸ περιτέμνειν τοὺς γεννωμένους παῖδας, ἐξ Αἰγύπτου μετενηνεγμένου τοῦ νομίμου. καὶ τοὺς Ἀϑηναίους δέ φασιν ἀποίκους εἶναι Σαϊτῶν τῶν ἐξ Αἰγύπτου, καὶ πειρῶνται τῆς οἰκειότητος ταύτης φέρειν ἀποδείξεις: παρὰ μόνοις γὰρ τῶν Ἑλλήνων τὴν πόλιν ἄστυ καλεῖσϑαι, μετενηνεγμένης τῆς προσηγορίας ἀπὸ τοῦ παρ᾽ αὐτοῖς Ἄστεος. ἔτι δὲ τὴν πολιτείαν τὴν αὐτὴν ἐσχηκέναι τάξιν καὶ διαίρεσιν τῇ παρ᾽ Αἰγυπτίοις, εἰς τρία μέρη διανεμηϑείσῃ: καὶ πρώτην μὲν ὑπάρξαι μερίδα τοὺς εὐπατρίδας καλουμένους, οἵτινες [ἱεροποιοὶ] ὑπῆρχον ἐν παιδείᾳ μάλιστα διατετριφότες καὶ τῆς μεγίστης ἠξιωμένοι τιμῆς παραπλησίως τοῖς κατ᾽ Αἴγυπτον ἱερεῦσι: δευτέραν δὲ τάξιν γενέσϑαι τὴν τῶν γεωμό- 5 ποιῆσαι CF 7 τὸν om. II 10 Ἰουδαίων] ἰσορρεπῶν C, ἰσορραίων F (c. 55, 5) ἀνὰ] ὄντας ἀνὰ D 15 σάτων D 19 δὲ Dindorf, τε codices 23 ἱεροποιοὶ Wesseling, ἱεροποιοὶ ADEN, Ἰσόρροποι B, om. ceteri.