Textus Originalis

46 DIODORI SICULI

46 DIODORI SICULI

ρων τῶν ὀφειλόντων ὅπλα κεκτῆσϑαι καὶ πολεμεῖν ὑπὲρ τῆς πόλεως ὁμοίως τοῖς κατ᾽ Αἴγυπτον ὀνομαζομένοις γεωργοῖς καὶ τοὺς μαχίμους παρεχομένοις: τελευταίαν δὲ μερίδα καταριϑμηϑῆναι τὴν τῶν δημιουργῶν τῶν τὰς βαναύσους τέχνας μεταχειριζομένων καὶ λειτουργίας τελούντων τὰς ἀναγκαιοτάτας, τὸ παραπλήσιον ποιούσης τῆς τάξεως ταύτης παρ᾽ Αἰγυπτίοις. γεγονέναι δὲ καὶ τῶν ἡγεμόνων τινὰς Αἰγυπτίους παρὰ τοῖς Ἀϑηναίοις: τὸν γὰρ Πέτην τὸν πατέρα Μενεσϑέως τοῦ στρατεύσαντος εἰς Τροίαν φανερῶς Αἰγύπτιον ὑπάρξαντα τυχεῖν ὕστερον Ἀϑήνησι πολιτείας τε καὶ βασιλείας. διφυοῦς δ᾽ αὐτοῦ γεγονότος, τοὺς μὲν Ἀϑηναίους μὴ δύνασϑαι κατὰ τὴν ἰδίαν ὑπόστασιν ἀποδοῦναι περὶ τῆς φύσεως ταύτης τὰς ἀληϑεῖς αἰτίας, ἐν μέσῳ κειμένου πᾶσιν ὅτι δυοῖν πολιτειῶν μετασχών, Ἑλληνικῆς καὶ βαρβάρου, διφυὴς ἐνομίσϑη, τὸ μὲν ἔχων μέρος ϑηρίου, τὸ δὲ ἀνϑρώπου. Ὁμοίως δὲ τούτῳ καὶ τὸν Ἐρεχϑέα λέγουσι τὸ γένος Αἰγύπτιον ὄντα βασιλεῦσαι τῶν Ἀϑηνῶν, τοιαύτας τινὰς φέροντες ἀποδείξεις: γενομένων γὰρ ὁμολογουμένως αὐχμῶν μεγάλων κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην πλὴν Αἰγύπτου διὰ τὴν ἰδιότητα τῆς χώρας, καὶ φϑορᾶς ἐπιγενομένης τῶν τε καρπῶν καὶ πλήϑους ἀνϑρώπων, ἐξ Αἰγύπτου τὸν Ἐρεχϑέα κομίσαι διὰ τὴν συγγένειαν σίτου πλῆϑος εἰς τὰς Ἀϑήνας: ἀνϑ᾽ ὧν τοὺς εὖ παϑόντας βασιλέα καταστῆσαι τὸν εὐεργέτην. τοῦτον δὲ παρα- 12 hic orationem hiare monent, cum quae sequuntur unum in Cecropem conveniant 18 μὲν del. Reiske.