Textus Originalis

IV 44. 45. 465

IV 44. 45. 465

ἁπλῆν οὐδὲ συμπεφωνημένην ἱστορίαν ἔχειν συμ- βέβηκε· διόπερ οὐ χρὴ θαυμάζειν, ἐάν τινα τῶν ἀρχαιολογουμένων μὴ συμφώνως ἅπασι τοῖς ποιη- ταῖς καὶ συγγραφεῦσι συγκρίνωμεν. οὐ μὴν ἀλλὰ καὶ τοὺς Φινείδας λέγεται τὴν βασιλείαν παραδόν- τας τῇ μητρὶ Κλεοπάτρᾳ συστρατεῦσαι τοῖς ἀριστεῦ- σιν. ἀναχθέντας δ᾽ αὐτοὺς ἐκ τῆς Θρᾴκης καὶ κο- μισθέντας εἰς τὸν Πόντον προσχεῖν τῇ Ταυρικῇ, τὴν ἀγριότητα τῶν ἐγχωρίων ἀγνοοῦντας· νόμιμον γὰρ εἶναι τοῖς τὴν χώραν ταύτην οἰκοῦσι βαρβάροις θύειν Ἀρτέμιδι Ταυροπόλῳ τοὺς καταπλέοντας ξέ- νους· παρ᾽ οἷς φασι τὴν Ἰφιγένειαν τὴν Ἀγαμέμ- νονος ἐν τοῖς ὕστερον χρόνοις ἱέρειαν τῆς εἰρημέ- νης θεοῦ κατασταθεῖσαν θύειν τοὺς ἁλισκομένους. Ἐπιζητούσης δὲ τῆς ἱστορίας τὰς τῆς ξενοκτο- νίας αἰτίας, ἀναγκαῖον βραχέα διελθεῖν, ἄλλως τε καὶ τῆς παρεκβάσεως οἰκείας ἐσομένης ταῖς τῶν Ἀργοναυτῶν πράξεσι. φασὶ γὰρ Ἥλιον δύο γενέσθαι παῖδας, Αἰήτην τε καὶ Πέρσην· τούτων δὲ τὸν μὲν Αἰήτην βασιλεῦσαι τῆς Κολχίδος, τὸν δ᾽ ἕτερον τῆς Ταυρικῆς, ἀμφοτέρους δὲ διενεγκεῖν ὠμότητι. καὶ Πέρσου μὲν Ἑκάτην γενέσθαι θυγατέρα, τόλμῃ καὶ παρανομίᾳ προέχουσαν τοῦ πατρός· φιλοκύνηγον δ᾽ οὖσαν ἐν ταῖς ἀποτυχίαις ἀνθρώπους ἀντὶ τῶν θηρίων κατατοξεύειν. φιλοτεχνοῦσαν δ᾽ εἰς φαρμάκων θανασίμων συνθέσεις γενόμενην τὸ καλούμενον ἀκόνιτον ἐξευρεῖν, καὶ τῆς ἑκάστου δυνάμεως πεῖραν λαμβάνειν μίσγουσαν ταῖς διδομέναις τοῖς ξένοις 8 προσέχειν D2, προσσχεῖν Eich. 11 θύειν — 13 κατα- σταθεῖσαν om. D 26 τὸ] τὸν D.