Textus Originalis
466 DIODORI SICULI
τροφαῖς. ἐμπειρίαν δὲ μεγάλην ἐν τούτοις ἔχουσαν πρῶτον μὲν τὸν πατέρα φαρμάκῳ διαφθεῖραι καὶ διαδέξασθαι τὴν βασιλείαν, ἔπειτ᾽ Ἀρτέμιδος ἱερὸν ἱδρυσαμένην καὶ τοὺς καταπλέοντας ξένους θύεσθαι τῇ θεῷ καταδεῖξαι, περιβόητον γενέσθαι τὴν ὠμότητα. μετὰ δὲ ταῦτα συνοικήσασαν Αἰήτῃ γεννῆσαι δύο θυγατέρας, Κίρκην τε καὶ Μήδειαν, ἔτι δ᾽ υἱὸν Αἰγιαλέα. καὶ τὴν μὲν Κίρκην εἰς φαρμάκων παν- τοδαπῶν ἐπίνοιαν ἐκτραπεῖσαν ἐξευρεῖν ῥιζῶν παν- τοίας φύσεις καὶ δυνάμεις ἀπιστουμένας· οὐκ ὀλίγα μὲν γὰρ ὑπὸ τῆς μητρὸς Ἑκάτης διδαχθῆναι, πολὺ δὲ πλείω διὰ τῆς ἰδίας ἐπιμελείας ἐξευροῦσαν μη- δεμίαν ὑπερβολὴν ἀπολιπεῖν ἑτέρᾳ πρὸς ἐπίνοιαν φαρμακείας. δοθῆναι δ᾽ αὐτὴν εἰς γάμον τῷ βα- σιλεῖ τῶν Σαρματῶν, οὕς ἔνιοι Σκύθας προσ- αγορεύουσι. καὶ τὸ μὲν πρῶτον τὸν ἄνδρα φαρ- μάκοις ἀνελεῖν, μετὰ δὲ ταῦτα τὴν βασιλείαν διαδεξαμένην πολλὰ καὶ τῶν γυναικῶν ἀνδρῶσαι καὶ ὅπλα καὶ πολέμους ἐξασκῆσαι· ἐν οἷς πολλὰ πρᾶξαι καὶ βίαια. διόπερ ἐκπεσοῦσαν τῆς βασι- λείας κατὰ μὲν τινας τῶν μυθογράφων φυγεῖν ἐπὶ τὸν ὠκεανόν, καὶ νῆσον ἔρημον καταλαβομένην ἐν- ταῦθα μετὰ τῶν συμφυγουσῶν γυναικῶν καθιδρυ- θῆναι, κατὰ δέ τινας τῶν ἱστορικῶν ἐκλιποῦσαν τὸν Πόντον κατοικῆσαι τῆς Ἰταλίας ἀκρωτήριον τὸ μέχρι τοῦ νῦν ἀπ᾽ ἐκείνης Κίρκαιον ὀνομαζόμενον. τὴν δὲ Μήδειαν ἱστοροῦσι μαθεῖν παρὰ τῆς μη- τρὸς καὶ τῆς ἀδελφῆς ἁπάσας τὰς τῶν φαρμάκων δυνάμεις, προαιρέσει δ᾽ ἐναντιωτάτῃ χρῆσθαι· δια- 7 μηδίαν D1 semper 23 ἐκλείπουσαν D 25 κιρ- καῖον D.