Textus Originalis

IV 45. 46. 467

IV 45. 46. 467

τελεῖν γὰρ τοὺς καταπλέοντας τῶν ξένων ἐξαιρου- μένην ἐκ τῶν κινδύνων, καὶ ποτὲ μὲν παρὰ τοῦ πατρὸς αἰτεῖσθαι δεήσει καὶ χάριτι τὴν τῶν μελ- λόντων ἀπόλλυσθαι σωτηρίαν, ποτὲ δ᾽ αὐτὴν ἐκ τῆς φυλακῆς ἀφιεῖσαν προνοεῖσθαι τῆς τῶν ἀτυ- χούντων ἀσφαλείας· τὸν γὰρ Αἰήτην τὰ μὲν διὰ τὴν ἰδίαν ὠμότητα, τὰ δ᾽ ὑπὸ τῆς γυναικὸς Ἑκά- της πεισθέντα, προσδέξασθαι τὸ τῆς ξενοκτονίας νόμιμον. ἀντιπραττούσης δὲ τῆς Μηδείας ἀεὶ μᾶλλον τῇ προαιρέσει τῶν γονέων, φασὶ τὸν Αἰή- την ὑποπτεύσαντα τὴν ἐκ τῆς θυγατρὸς ἐπιβουλὴν εἰς ἐλευθέραν αὐτὴν ἀποθέσθαι φυλακήν· τὴν δὲ Μήδειαν διαδρᾶσαν καταφυγεῖν εἰς τι τέμενος Ἡλίου κείμενον παρὰ θάλατταν. καθ᾽ ὃν δὴ χρόνον τοὺς Ἀργοναύτας ἀπὸ τῆς Ταυρικῆς κομισθέντας νυκτὸς καταπλεῦσαι τῆς Κολχίδος εἰς τὸ προειρημένον τέ- μενος. ἔνθα δὴ περιτυχόντας τῇ Μηδείᾳ πλανω- μένῃ παρὰ τὸν αἰγιαλόν, καὶ μαθόντας παρ᾽ αὐτῆς τὸ τῆς ξενοκτονίας νόμιμον, ἀποδέξασθαι μὲν τὴν ἡμερότητα τῆς παρθένου, δηλώσαντας δ᾽ αὐτῇ τὴν ἑαυτῶν ἐπιβολὴν πάλιν παρ᾽ ἐκείνης μαθεῖν τὸν ὑπάρχοντα αὐτῇ κίνδυνον ἀπὸ τοῦ πατρὸς διὰ τὴν πρὸς τοὺς ξένους εὐσέβειαν. κοινοῦ δὲ τοῦ συμ- φέροντος φανέντος, τὴν μὲν Μήδειαν ἐπαγγείλα- σθαι συνεργήσειν αὐτοῖς μέχρι ἂν συντελέσωσι τὸν προκείμενον ἆθλον, τὸν δ᾽ Ἰάσονα διὰ τῶν ὅρκων δοῦναι πίστεις ὅτι γήμας αὐτὴν ἕξει σύμβιον ἅπαντα 6 ἀσφαλείας] σωτηρίας D γὰρ] μὲν γὰρ vulg. 8 τὸ] τότε D 10 μᾶλλον τῇ προαιρέσει om. D 18 παρὰ] περὶ II 22 ἀπὸ Wess., ὑπὸ cod. 25 συντελῶσι D.