Textus Originalis

468 DIODORI SICULI

468 DIODORI SICULI

τὸν τοῦ ζῆν χρόνον. μετὰ δὲ ταῦτα τοὺς Ἀργο- ναύτας ἀπολιπόντας φυλακὰς τῆς νεώς, νυκτὸς ὁρ- μῆσαι μετὰ τῆς Μηδείας ἐπὶ τὸ χρυσόμαλλον δέρος· περὶ οὗ τὰ κατὰ μέρος οἰκεῖον ἂν εἴη διελθεῖν, ἵνα μηδὲν τῶν ἀνηκόντων εἰς τὴν ὑποκειμένην ἱστορίαν ἀγνοῆται. Φρίξον τὸν Ἀθάμαντος μυθολογοῦσι διὰ τὰς ἀπὸ τῆς μητρυιᾶς ἐπιβουλὰς ἀναλαβόντα τὴν ἀδελ- φὴν Ἕλλην φυγεῖν ἐκ τῆς Ἑλλάδος. περαιουμένων δ᾽ αὐτῶν κατὰ τινα θεῶν πρόνοιαν ἐκ τῆς Εὐρώ- πης εἰς τὴν Ἀσίαν ἐπὶ κριοῦ χρυσομάλλου, τὴν μὲν παρθένον ἀποπεσεῖν εἰς τὴν θάλατταν, ἣν ἀπ᾽ ἐκεί- νης Ἑλλήσποντον ὀνομασθῆναι, τὸν δὲ Φρίξον εἰς τὸν Πόντον πορευθέντα καταχθῆναι μὲν πρὸς τὴν Κολχίδα, κατὰ δέ τι λόγιον θύσαντα τὸν κριὸν ἀνα- θεῖναι τὸ δέρος εἰς τὸ τοῦ Ἄρεος ἱερόν. μετὰ δὲ ταῦτα βασιλεύοντος τῆς Κολχίδος Αἰήτου χρησμὸν ἐκπεσεῖν ὅτι τότε καταστρέψει τὸν βίον ὅταν ξένοι καταπλεύσαντες τὸ χρυσόμαλλον δέρος ἀπενέγκωσι. διὰ δὴ ταύτας τὰς αἰτίας καὶ [διὰ] τὴν ἰδίαν ὠμό- τητα καταδεῖξαι θύειν τοὺς ξένους, ἵνα διαδοθείσης τῆς φήμης εἰς ἅπαντα τόπον περὶ τῆς Κόλχων ἀγριότητος μηδεὶς τῶν ξένων ἐπιβῆναι τολμήσῃ τῆς χώρας. περιβαλεῖν δὲ καὶ τῷ τεμένει τεῖχος καὶ φύλακας πολλοὺς ἐπιστῆσαι τῶν ἐκ τῆς Ταυρικῆς· ἀφ᾽ ὧν καὶ τερατώδεις παρὰ τοῖς Ἕλλησι πλασθῆ- ναι μύθους. διαβεβοῆσθαι γὰρ ὅτι πυρίπνοοι ταῦροι 4 τὰ Hertlein, om. D, τὸ vulg. 5 εἰς] ἐπὶ D 8 ὑπὸ Dind. 14 κατενεχθῆναι II 17 βασιλεύοντι — Αἰήτῃ CF 20 καὶ] καὶ διὰ vulg. 22 ἅπαντα τὸν τόπον D.